Book 11
1.6
οὐκ οἶδα δὲ πῶς ἄν τις περὶ τῶν ἀδήλων αὐτῷ πιστεύσειε μηδὲν εἰκὸς ἔχοντι εἰπεῖν περὶ αὐτῶν, ὅταν περὶ τῶν φανερῶν οὕτω παραλόγως λέγῃ, καὶ ταῦτα φίλος Πομπηίῳ γεγονὼς τῷ στρατεύσαντι ἐπὶ τοὺς Ἴβηρας καὶ τοὺς Ἀλβανοὺς μέχρι τῆς ἐφʼ ἑκάτερα θαλάττης τῆς τε Κασπίας καὶ τῆς Κολχικῆς. φασὶ γοῦν ἐν Ῥόδῳ γενόμενον τὸν Πομπήιον, ἡνίκα ἐπὶ τὸν λῃστρικὸν πόλεμον ἐξῆλθεν (εὐθὺς δʼ ἔμελλε καὶ ἐπὶ Μιθριδάτην ὁρμήσειν καὶ τὰ μέχρι τῆς Κασπίας ἔθνη), παρατυχεῖν διαλεγομένῳ τῷ Ποσειδωνίῳ, ἀπιόντα δʼ ἐρέσθαι εἴ τι προστάττει, τὸν δʼ εἰπεῖν αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων.Hom. Il. 6.208προστίθει δὲ τούτοις ὅτι καὶ τὴν ἱστορίαν συνέγραψε τὴν περὶ αὐτόν. διὰ δὴ ταῦτα ἐχρῆν φροντίσαι τἀληθοῦς πλέον τι.
1.7
δεύτερον δʼ ἂν εἴη μέρος τὸ ὑπὲρ τῆς Ὑρκανίας θαλάττης, ἣν καὶ Κασπίαν καλοῦμεν, μέχρι τῶν κατʼ Ἰνδοὺς Σκυθῶν. τρίτον δὲ μέρος τὸ συνεχὲς τῷ λεχθέντι ἰσθμῷ καὶ τὰ ἑξῆς τούτῳ καὶpost καὶ· ἀεὶ ταῖς Κασπίαις πύλαις, τῶν ἐντὸς τοῦ Ταύρου καὶ τῆς Εὐρώπης ἐγγυτάτω· ταῦτα δʼ ἐστὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκία καὶ τὰ μεταξύ. τέταρτον δʼ ἡ ἐντὸς Ἅλυος γῆ καὶ τὰ ἐν αὐτῷ τῷ Ταύρῳ καὶ ἐκτὸς ὅσα εἰς τὴν χερρόνησον ἐμπίπτει, ἣν ποιεῖ ὁ διείργων ἰσθμὸς τήν τε Ποντικὴν καὶ τὴν Κιλικίαν θάλατταν. τῶν δὲ ἄλλων τῶν ἔξω τοῦ Ταύρου τήν τε Ἰνδικὴν τίθεμεν καὶ τὴν Ἀριανὴν μέχρι τῶν ἐθνῶν τῶν καθηκόντων πρός τε τὴν κατὰ Πέρσας θάλατταν καὶ τὸν Ἀράβιον κόλπον καὶ τὸν Νεῖλον καὶ πρὸς τὸ Αἰγύπτιον πέλαγος καὶ τὸ Ἰσσικόν.