Thesauros Literature geography Γεωγραφικά

Γεωγραφικά

Γεωγραφικά Strabo

Book 10

1.11 νυνὶ μὲν οὖν ὁμολογουμένως ἡ Χαλκὶς φέρεται τὰ πρωτεῖα καὶ μητρόπολις αὕτη λέγεται τῶν Εὐβοέων, δευτερεύει δʼ ἡ Ἐρέτρια. ἀλλὰ καὶ πρότερον αὗται μέγα εἶχον ἀξίωμα καὶ πρὸς πόλεμον καὶ πρὸς εἰρήνην, ὥστε καὶ φιλοσόφοις ἀνδράσι παρασχεῖν διαγωγὴν ἡδεῖαν καὶ ἀθόρυβον. μαρτυρεῖ δʼ ἥ τε τῶν Ἐρετρικῶν φιλοσόφων σχολὴ τῶν περὶ Μενέδημον ἐν τῇ Ἐρετρίᾳ γενομένη, καὶ ἔτι πρότερον ἡ Ἀριστοτέλους ἐν τῇ Χαλκίδι διατριβή, ὅς γε κἀκεῖ κατέλυσε τὸν βίον.
1.12 τὸ μὲν οὖν πλέον ὡμολόγουν ἀλλήλαις αἱ πόλεις αὗται, περὶ δὲ Ληλάντου διενεχθεῖσαι οὐδʼ οὕτω τελέως ἐπαύσαντο ὥστʼ ἐν τῷ πολέμῳ κατὰ αὐθάδειαν δρᾶν ἕκαστα, ἀλλὰ συνέθεντο ἐφʼ οἷς συστήσονται τὸν ἀγῶνα. δηλοῖ δὲ καὶ τοῦτο ἐν τῷ Ἀμαρυνθίῳ στήλη τις φράζουσα μὴ χρῆσθαι τηλεβόλοιςpost τηλεβόλοις· καὶ γὰρ δὴ καὶ τῶν πολεμικῶν ἐθῶν καὶ τῶν ὁπλισμῶν οὐχ ἓν οὔτʼ ἔστιν οὔτʼ ἦν ἔθος· ἀλλʼ οἱ μὲν τηλεβόλοις χρῶνται, καθάπερ οἱ τοξόται καὶ οἱ σφενδονῆται καὶ οἱ ἀκοντισταί, οἱ δʼ ἀγχεμάχοις, καθάπερ οἱ ξίφει καὶ δόρατι τῷ ὀρεκτῷ χρώμενοι· διττὴ γὰρ ἡ τῶν δοράτων χρῆσις, ἡ μὲν ἐκ χειρὸς ἡ δʼ ὡς παλτοῖς, καθάπερ καὶ ὁ κοντὸς ἀμφοτέρας τὰς χρείας ἀποδίδωσι· καὶ γὰρ συστάδην καὶ κοντοβολούντων· ὅπερ καὶ ἡ σάρισσα δύναται καὶ ὁ ὑσσός..

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme