Book 1
1.15
̔ο δʼ οὕτω μετεωρίσας ἤδη τὴν διάνοιαν οὐδὲ τῆς ὅλης ἀπέχεται γῆς· φαίνεται γὰρ γελοῖον, εἰ τὴν οἰκουμένην γλιχόμενος σαφῶς ἐξειπεῖν τῶν μὲν οὐρανίων ἐτόλμησεν ἅψασθαι καὶ χρήσασθαι πρὸς τὴν διδασκαλίαν, τὴν δʼ ὅλην γῆν, ἧς μέρος ἡ οἰκουμένη, μήθʼ ὁπόση μήθʼ ὁποία τις μήθʼ ὅπου κειμένη τοῦ σύμπαντος κόσμου, μηδὲν ἐφρόντισε, μηδʼ εἰ καθʼ ἓν μέρος οἰκεῖται μόνον τὸ καθʼ ἡμᾶς ἢ κατὰ πλείω καὶ πόσα· ὡς δʼ αὕτως καὶ τὸ ἀοίκητον αὐτῆς πόσον καὶ ποῖόν τι καὶ διὰ τί. ἔοικεν οὖν μετεωρολογικῇ τινι πραγματείᾳ καὶ γεωμετρικῇ συνῆφθαι τὸ τῆς γεωγραφίας εἶδος τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτον εἰς ἕν, ὡς ἐγγυτάτω ὄντα ἀλλὰ μὴ διεστῶτα τοσοῦτον ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης. φέρε δὴ τῇ τοσαύτῃ πολυμαθείᾳ προσθῶμεν τὴν ἐπίγειον ἱστορίαν, οἷον ζῴων καὶ φυτῶν καὶ τῶν ἄλλων, ὅσα χρήσιμα ἢ δύσχρηστα φέρει γῆ τε καὶ θάλασσα· οἶμαι γὰρ ἐναργὲς ἂν γενέσθαι μᾶλλον ὃ λέγω.