5.21
Κέρκινα νῆσος μῆκος [σʹ], πλάτος οʹ, ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θεήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινῖτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ, πλάτος δὲ στάδια κεʹ.
5.22
ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγῖτιν ὁ διάπλους στάδια χʹ, ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. ἡ δὲ Μῆνιγξ μῆκος σταδίων σʹ, πλάτος σταδίων ρπʹ. μεγάλαι δ᾿ εἰσὶν περὶ αὐτὴν παλίρροιαι.
5.23
Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υʹ. εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημότεραι Ἴσση καὶ ἡ Μέλαινα Κόρκυρα καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.