Thesauros Literature geography Geographiae Informatio

Geographiae Informatio

Geographiae Informatio Agathemerus
5.20 Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ᾿ ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρὰ Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ, πλάτος σταδίων ιϛʹ· ὁ δὲ καθ᾿ Ἡρακλείους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ. ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι Πιτυοῦσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ τὸ μῆκος, ἡ δὲ ἐλάττων σταδίων ρʹ. τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιαρίδας καλοῦσιν (οἱ γὰρ σφενδονῆται οὕτω καλοῦνται (οἱ) Βαλιαρεῖς), ἡ μείζων μῆκος ἔχει σταδίων ͵ασʹ, πλάτος σταδίων υʹ· ἡ ἐλάττων σταδίων τʹ. αἱ δὲ Στοιχάδες αἱ φερώνυμοι ἑξῆς ἐπ᾿ εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων· αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς ποδὸς ἴχνος, μεσόκοιλος· τὸ μῆκος ͵βσʹ. Κύρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἔλαττον ἢ ἥμισυ τῆς Σαρδοῦς μῆκος ἔχει. ἀφετήριον δ᾿ εἰς Σαρδὼ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας· τὸ δὲ δίαρμα σταδίων ͵βσʹ. τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμʹ, σχῆμα τρίγωνον σκαληνοειδές. δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμόν· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵ατξʹ· ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχʹ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια αψʹ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αχʹ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme