Thesauros Literature geography Geographiae Informatio

Geographiae Informatio

Geographiae Informatio Agathemerus
2.7 Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον ἀπαρκτίου καὶ καικίου βορέαν, εὔρου δὲ καὶ νότου Φοίνικα τὸν καὶ εὐρόνοτον, μέσον δὲ νότου καὶ Λιβὸς τὸν λευκόνοτον ἤτοι Λιβόνοτον, μέσον δὲ ἀπαρκτίου καὶ ἀργέστου Θρασκίαν ἤτοι κίρκιον ὑπὸ τῶν περιοίκων [ὀνομαζόμενον]. Ἔθνη δὲ οἰκεῖν τὰ πέρατα· κατ᾿ ἀπηλιώτην Βακτριανοὺς, κατ᾿ εὖρον Ἰνδοὺς, κατὰ Φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ Λίβα Αἰθίοπας δυσμικοὺς [τοὺς] ὑπὲρ Μαύρους, κατὰ ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατ᾿ ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν, κατὰ δὲ Θρασκίαν [Κελτοὺς καὶ τὰ ὅμορα, κατὰ δ᾿ ἀπαρκτίαν] τοὺς ὑπὲρ Θρᾴκην Σκύθας, κατὰ βορρᾶν Πόντον, Μαιῶτιν, Σαρμάτας· κατὰ καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.

[Περίπλους θαλασσῶν]

3.8 Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ, τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσί τινες Ἰόνιον πέλαγος, ἔχει διάπλουν σταδίων ψʹ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme