Thesauros Literature Epic Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης Colluthus of Lycopolis
Books
Book 1

Book 1

 
πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
 
Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
 
λαὶ περόνην θυόεντα So inferior MSS., making διαστήσασα κομάων
 
χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.
 
τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα· 85
 
ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.
 
σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·
 
δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.
 
Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
 
φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν· 90
 
καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
 
μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
 
κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
 
ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
 
ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων; 95
 
κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,
 
κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
 
πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
 
τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
 
οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς 100
 
φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
 
ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
 
ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
 
κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
 
ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου 105
 
νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
 
νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
 
καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
 
ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
 
ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ, 110
 
τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
 
ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·
 
πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
 
καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·
 
ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων 115
 
Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·
 
οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
 
μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
 
Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
 
ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης, 120

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme