Thesauros Literature Epic Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης

Ἁρπαγὴ Ἑλένης Colluthus of Lycopolis
Books
Book 1

Book 1

 
μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
 
νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
 
ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
 
νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
 
ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν 365
 
ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
 
ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
 
ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
 
ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
 
πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες. 370
 
ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
 
μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
 
ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
 
χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
 
κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος. 375
 
ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
 
οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
 
τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
 
τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
 
ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ. 380
 
ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
 
ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
 
ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
 
εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
 
χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν 385
 
ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
 
ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
 
μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
 
καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
 
Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην. 390
 
πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δʼ ἔρριψε καλύπτρην
 
Κασσάνδρη νεόφοιτον ἀπʼ ἀκροπόληος ἰδοῦσα.
 
Τροίη δʼ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα
 
δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme