Book 9
κινυμένων· ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν.
καὶ τότʼ ἄρʼ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος
80
Δηιφόβῳ καὶ θῆκε μάλʼ ἄτρομον, ἠὲ καὶ αὐτοῦ
θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρʼ ἀπὸ πάτρης
δυσμενέων ἀλεγεινὸν ὑπʼ ἔγχεϊ λαὸν ἐλάσσῃ·
θαρσαλέον δʼ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν·
ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε
85
μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ
ἄλγἐ ἐπʼ ἀνθρώποισι δορυκτήτοισι τίθησιν·
οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος
οὐδʼ Ἑλένης, ἀλλʼ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν
ἠδʼ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων
90
πάσης τʼ ἀγλαΐης καὶ κτήσιος ἠδʼ ἐρατεινῆς
γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι
μᾶλλον, ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην
δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο
πῆμα μετʼ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι.
95
τοὔνεκʼ ἀπωσάμενοι στυγερὸν δέος ἀμφʼ ἐμὲ πάντες
καρτύνασθʼ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς
ζωὸς ἔθʼ ἡμῖν ἄντα μαχήσεται, οὕνεκʼ ἄρʼ αὐτὸν
πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν,
ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτʼ Ἀχιλῆα
100
μήτε τινʼ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης
μαρναμένους· τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος,
εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες·
ἢ οὔπω τόδε οἴδατʼ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς
ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος,
105
ἐκ δʼ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ
Ζεὺς ἐπάγει μερόπεσσι διʼ ἠέρος εὔδιον ἦμαρ,
ἔκ τʼ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο
εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.
ὣς φάτο· τοὶ δʼ ἐς Ἄρηα μεμαότες ἐντύναντο
110
ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ
μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν.
ἔνθʼ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν
ἔντἐ ἀποιχομένῳ παρενήνεε δακρυχεούσα·
τῷ δʼ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ
115
τεύχεα πάντα φέρεσκον· ὁ δέ σφισιν ἄλλοτε μέν που
ἄχνυτʼ ὀδυρομένοις, ὁτὲ δʼ ἔμπαλι μειδιάασκε
παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον