Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 9

 
Τρῶες δʼ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα,
 
ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο·
 
τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι·
 
τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων
 
Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα 45
 
45
 
δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ.
 
υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς
 
τύμβον ἐς εὐρώεντα· κύσεν δʼ ὅ γε δάκρυα χεύων
 
στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος·
 
καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε· 50
 
χαῖρε πάτερ καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε
 
λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμʼ Ἀΐδαο·
 
ὡς εἴθε ζωόν σε μετʼ Ἀργείοισι κίχανον·
 
τῷ κε τάχʼ ἀλλήλοισι φρένας τερφθέντʼ ἐνὶ θυμῷ
 
Ἰλίου ἐξ ἱερῆς ληισσάμεθʼ ἄσπετον ὄλβον·
 
νῦν δʼ οὔτʼ ἄρ σύ γʼ ἐσεῖδες ἑὸν τέκος οὔτε σʼ ἔγωγε 55
 
εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι.
 
ἀλλὰ καὶ ὣς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος
 
σὸν δόρυ καὶ τεὸν υἷα μέγʼ ἐν δαῒ πεφρίκασι
 
δυσμενέες, Δαναοὶ γεγηθότες εἰσορόωσι
 
σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα. 60
 
ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν.
 
βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος
 
οὐκ οἶος· ἄμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες
 
Μυρμιδόνων, Φοῖνιξ δʼ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει
 
λυγρὸν ἀναστενάχων περικυδέος ἀμφʼ Ἀχιλῆος. 65
 
νὺξ δʼ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δʼ οὐρανὸν ἄστρα·
 
οἱ δʼ ἄρα δορπήσαντες ἕλονθʼ ὕπνον· ἔγρετο δʼ Ἠώς.
 
Ἀργεῖοι δʼ ἄρʼ ἔδυσαν ἐν ἔντεσι· τῆλε δʼ ἀπʼ αὐτῶν
 
αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα·
 
καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο 70
 
πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται
 
ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ·
 
ὣς οἵ γʼ ἐξεχέοντο πρὸ τείχεος, ὦρτο δʼ ἀϋτὴ
 
σμερδαλέη· μέγα δʼ αἶα περιστεναχίζετʼ ἰόντων.
 
Τρῶες δʼ εὖτʼ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο, 75
 
θάμβησαν· πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον
 
πότμον ὀϊομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη
 
λαὸς δυσμενέων· κανάχιζε δὲ τεύχεα φωτῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme