Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 9

 
ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα.
 
τὸν δʼ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός·
 
ὦ φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ
 
Ἀργείων, τῶν εἴ τις ἔτʼ ἤλιτεν εἵνεκʼ ἐμεῖο·
 
οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς, 520
 
οὐδʼ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδʼ ἀσύφηλον,
 
ἀλλʼ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δʼ ἤπιον εἶναι.
 
νῦν δʼ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι
 
βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν.
 
ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε 525
 
σφῶν ἑτάρων· οἱ δʼ αἶψα φιλοπτολέμῳ βασιλῆι
 
εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες·
 
αὐτὰρ ὅ γʼ ἀσπασίως κατελέξατο μέχρις ἐπʼ ἠώ.
 
νὺξ δʼ ἀνεχάσσατο δῖα· φάος δʼ ἐρύθηνε κολώνας
 
ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα. 530
 
Ἀργεῖοι δʼ ὀλοοῖο μέγʼ ἱέμενοι πολέμοιο
 
οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα,
 
ἄλλοι δʼ αἰγανέας· ἅμα δʼ ἠοῖ δαῖτα πένοντο
 
αὐτοῖς ἠδʼ ἵπποισι· πάσαντο δὲ πάντες ἐδωδήν.
 
τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός 535
 
τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι·
 
εἰ δʼ ἄγε νῦν πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων
 
μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι
 
Τροίης εὐπύργοιο, καταπρῆσαί τε πόληα.
 
ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη· 540
 
δῦσαν δʼ ἐν τεύχεσσι καὶ ἀσπάσιν· ἐκ δʼ ἄρα νηῶν
 
πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο
 
καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν·
 
ἄλλος δʼ ἄλλον ἔρειδε κατὰ στίχας· οὐδέ κε φαίης
 
κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπʼ ἄλλου· 545
 
ὣς ἄρʼ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισι
← Previous 14 / 14

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme