Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 9

 
ἐξόπιθεν πνείοντα τανυπρώρου νεὸς οὖρον.
 
ἱστία δʼ αἶψʼ ἐτάνυσσαν ὑπʼ ἀμφοτέροισι πόδεσσι,
 
νῆα κατιθύνοντες ἐΰζυγον· ἡ δʼ ὑπʼ ἰωῇ
 
ἔσσυτʼ ἐπὶ πλατὺ χεῦμα· μέλαν δʼ ἀμφέστενε κῦμα 440
 
ῥηγνύμενον· πολιὸς δὲ περίζεε πάντοθεν ἀφπός·
 
ἀθφὶ δέ οἱ δελφῖνες ἀολλέες ἐσσεύοντο
 
ῥίμφα διαπρήσσοντες ἁλὸς πολιοῖο κέλευθα.
 
οἱ δʼ ἄφαρ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντʼ ἀφίκοντο,
 
ᾗχι καὶ ἄλλαι νῆες ἔσαν· κεχάροντο δʼ Ἀχαιοί, 445
 
ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δʼ ἄρα νηὸς
 
ἀσπασίως ἀπέβησαν· ἔχεν δʼ ἄρα χεῖρας ἀραιὰς
 
Ποίαντος θρασὺς υἱὸς ἐπʼ ἀνέρας, οἵ ῥά μιν ἄμφω
 
λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον
 
ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν· 450
 
ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν
 
φηγὸν ὑφʼ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην
 
τυτθὸν ἔθʼ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ.
 
πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται
 
πίσσα πυρὶ δμηθεῖσα κατʼ οὔρεα, τὴν δʼ ἀλεγεινῶς 455
 
ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ
 
ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν· Verse inserted by Zimmermann, ex P.
 
ὣς ἄρʼ ὑπʼ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα
 
θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον
 
Ἀργείων ἐς ὅμιλον ἀρήιον· οἱ δʼ ἐσιδόντες
 
ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ 460
 
ἕλκεϊ τειρόμενον· τὸν δὲ στερεὸν καὶ ἄνουσον
 
ὠκύτερον ποίησε νοήματος αἰψηροῖο
 
ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε
 
πάσσων φάρμακα πολλὰ καθʼ ἕλκεος, εὖ δὲ κικλήσκων
 
οὔνομα πατρὸς ἑοῖο· θοῶς δʼ ἰάχησαν Ἀχαιοὶ 465
 
πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα.
 
καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ
 
προφρονέως· ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς
 
ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δʼ ἀνὰ θυμὸν
 
τέρποντʼ εἰσορόωντες· ὁ δʼ ἄμπνυεν ἐκ κακότητος· 470
 
ἀχροίῃ δʼ ἄρʼ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ
 
ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δʼ ἅψεα πάντα.
 
ὡς δʼ ὁπότʼ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα,
 
ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ
 
ὄμβρος ἐπιβρίσας, ἡ δʼ ἀλδομένη ἀνέμοισι 475

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme