Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 9

 
χερσὶν ὑπʼ ἀκαμάτῃσι τετυγμένον Ἡρακλῆος.
 
τοὺς δʼ ὁπότʼ εἰσενόησε ποτὶ σπέος εὐρὺ κιόντας,
 
ἐσσυμένως οἴμησεν ἐπʼ ἀμφοτέροισι τανύσσαι
 
ἀλγινόεντα βέλεμνα χόλου μεμνημένος αἰνοῦ, 400
 
οὕνεκά μιν τὸ πάροιθε μέγα στενάχοντα λίποντο
 
μοῦνον ἐρημαίοισιν ἐπʼ αἰγιαλοῖσι θαλάσσης.
 
καί νύ κεν αἶψʼ ἐτέλεσσεν, ἅ οἱ θρασὺς ἤθελε θυμός,
 
εἰ μή οἱ στονόεντα χόλον διέχευεν Ἀθήνη
 
ἀνέρας εἰσορόωντος ὁμήθεας· οἱ δέ οἱ ἄγχι 405
 
ἤλυθον ἀχνυμένοισιν ἐοικότε· καί ῥά μιν ἄμφω
 
ἄντρου ἔσω κοίλοιο παρεζόμενοι ἑκάτερθεν
 
ἕλκεος ἀμφʼ ὀλοοῖο καὶ ἀργαλέων ὀδυνάων
 
εἴροντʼ· αὐτὰρ ὁ τοῖσιν ἑὰς διεπέφραδʼ ἀνίας.
 
οἱ δέ ἑ θαρσύνεσκον· ἔφαντο δέ οἱ λυγρὸν ἕλκος 410
 
ἐξ ὀλοοῖο μόγοιο καὶ ἄλγεος ἰήσασθαι,
 
ἢν στρατὸν εἰσαφίκηται Ἀχαιικόν, ὅν ῥα καὶ αὐτὸν
 
φάντο μέγʼ ἀσχαλάαν παρὰ νήεσιν ἠδὲ καὶ αὐτοὺς
 
Ἀτρείδας ἅμα τοῖσι· κακῶν δέ οἱ οὔτινʼ Ἀχαιῶν
 
αἴτιον ἔμμενʼ ἔφαντο κατὰ στρατόν, ἀλλʼ ἀλεγεινὰς 415
 
μοίρας, ὧν ἑκὰς οὔτις ἀνὴρ ἐπινίσσεται αἶαν,
 
ἀλλʼ αἰεὶ μογεροῖσιν ἐπʼ ἀνδράσιν ἀπροτίοπτοι
 
στρωφῶντʼ ἤματα πάντα, βροτῶν γένος Zimmermann, for ἄλλοτε μέν που
 
βλάπτουσαι κατὰ θυμὸν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε
 
ἔκποθι κυδαίνουσαι· ἐπεὶ μάλα πάντα βροτοῖσι 420
 
κεῖναι καὶ στονόεντα καὶ ἤπια μηχανόωνται
 
αὐταὶ ὅπως ἐθέλουσιν. ὁ δʼ εἰσαΐων Ὀδυσῆος
 
ἠδὲ καὶ ἀντιθέου Διομήδεος αὐτίκα θυμὸν
 
ῥηιδίως κατέπαυσεν ἀνιηροῖο χόλοιο,
 
ἔκπαγλον τὸ πάροιθε χολούμενος, ὅσσʼ ἐπεπόνθει. 425
 
οἱ δέ μιν αἶψʼ ἐπὶ νῆα καὶ ἠιόνας βαρυδούπους
 
καγχαλόωντες ἔνεικαν ὁμῶς σφετέροισι βελέμνοις·
 
καί ῥά οἱ ἀμφεμάσαντο δέμας καὶ ἀμείλιχον ἕλκος
 
σπόγγῳ ἐϋτρήτῳ, κατὰ δʼ ἔκλυσαν ὕδατι πολλῷ.
 
ἀμπνύνθη δʼ ἄρα τυτθόν· ἄφαρ δέ οἱ ἐγκονέοντες 430
 
δόρπον ἐῢν τεύξαντο μεμαότι· σὺν δὲ καὶ αὐτοὶ
 
δαίνυντʼ ἔνδοθι νηός. ἐπήλυθε δʼ ἀμβροσίη νύξ,
 
τοῖσι δʼ ἐφʼ ὕπνος ὄρουσε· μένον δʼ ἄχρις Ἠριγενείης
 
ἀμφιάλου Λήμνοιο παρʼ ᾐόσιν· αὐτὰρ ἅμʼ ἠοῖ
 
πείσμαθʼ ὁμῶς εὐνῇσιν ἐϋγνάμπτοισιν ἄειραν 435
 
ἔκτοθεν ἐγκονέοντες· ἐπιπροέηκε δʼ Ἀθήνη

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme