Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 9

 
οἰωνῶν πτερὰ πολλὰ περὶ λεχέεσσι κέχυντο·
 
ἄλλα δέ οἱ συνέραπτο περὶ χροΐ, χείματος ἄλκαρ
 
λευγαλέου· δὴ γάρ μιν ἐπὴν ἕλε λιμὸς ἀτερπής, 360
 
βάλλεν ἀάσχετον ἰόν, ὅπῃ νόος ἰθύνεσκε·
 
καὶ τὰ μὲν ἄρ κατέδαπτε, τὰ δὲ πτερά οἱ περίβαλλε.
 
φύλλα δέ οἱ παρέκειτο, τά θʼ Zimmermann’s suggested supplementum of lacuna. ἕλκεος οὐλομένοιο
 
ἀμφετίθει καθύπερθε μελαίνης ἄλκαρ ἀνίης.
 
αὐαλέαι δέ οἱ ἀμφὶ κόμαι περὶ κρατὶ κέχυντο
 
θηρὸς ὅπως ὀλοοῖο, τὸν ἀργαλέης δόλος ἄγρης 365
 
μάρψῃ νυκτὸς ἰόντα θοοῦ ποδός, ὃς δʼ ὑπʼ ἀνάγκης
 
τειρόμενος ποδὸς ἄκρον ἀταρτηροῖσιν ὀδοῦσι
 
κόψας εἰς ἑὸν ἄντρον ἀφίκεται, ἀμφὶ δέ οἱ κῆρ
 
τείρει ὁμοῦ λιμός τε καὶ ἀργαλέαι μελεδῶναι·
 
ὣς τὸν ὑπὸ σπέος εὐρὺ κακὴ περιδάμνατʼ ἀνίη· 370
 
καί οἱ πᾶν μεμάραντο δέμας, περὶ δʼ ὀστέα μοῦνον
 
ῥινὸς ἔην, ὀλοὴ δὲ παρηίδας ἀμφέχυτʼ αὐχμὴ
 
λευγαλέον ῥυπόωντος· ἀνιηρὸν δέ μιν ἄλγος,
 
δάμνατο· κοῖλαι δʼ ἔσκον ὑπʼ ὀφρύσιν ἀνδρὸς ὀπωπαὶ
 
αἰνῶς τειρομένοιο· γόος δέ μιν οὔποτʼ ἔλειπεν, 375
 
οὕνεκά οἱ μέλαν ἕλκος, ἐς ὀστέον ἄχρις ἱκέσθαι,
 
πυθόμενον καθύπερθε Zimmermann’s punctuation and om. of λυγραὶ ὑπέρεπτον ἀνῖαι.
 
ὡς δʼ ὅτʼ ἐπὶ προβολῇσι πολυκλύστοιο θαλάσσης
 
πέτρην παιπαλόεσσαν ἀπειρεσίης ἁλὸς ἅλμη
 
δάμναθʼ ὑποτμήγουσα μάλα στερεήν περ ἐοῦσαν, 380
 
θεινομένης δʼ ἄρα τῆς ἀνέμῳ καὶ χείματι λάβρῳ
 
χηραμὰ κοιλαίνονται ὑποβρωθέντα θαλάσσῃ·
 
ὣς τοῦ ὑπίχνιον ἕλκος ἀέξετο πυθομένοιο
 
ἰοῦ ἄπο, στυφελοῖς τόν οἱ ἐνομόρξατʼ ὀδοῦσι
 
λυγρὸς ὕδρος, τόν φασιν ἀναλθέα τε στυγερόν τε 385
 
ἔμμεναι, ὁππότε μιν τέρσῃ περὶ χέρσον ἰόντα
 
ἠελίοιο μένος· τῷ καὶ μέγα φέρτατον ἄνδρα
 
τεῖρε δυσαλθήτοισιν ὑποδμηθέντʼ ὀδύνῃσιν·
 
ἐκ δέ οἱ ἕλκεος αἰὲν ἐπὶ χθόνα λειβομένοιο
 
ἰχῶρος πεπάλακτο πέδον πολυχανδέος ἄντρου 390
 
θαῦμα μέγʼ ἀνθρώποισι καὶ ὕστερον ἐσσομένοισι.
 
καί οἱ πὰρ κλισίην φαρέτρη παρεκέκλιτο μακρὴ
 
ἰῶν πεπληθυῖα· πέλοντο δʼ ἄρʼ οἱ μὲν ἐπʼ ἄγρην,
 
οἱ δʼ ἐς δυσμενέας, τοὺς ἄμφεχε λοίγιον ὕδρου
 
φάρμακον αἰνομόροιο· πάροιθε δέ οἱ μέγα τόξον 395
 
κεῖτο πέλας, γναμπτοῖσιν ἀρηράμενον κεράεσσι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme