Book 9
ἦμος δʼ ἤνυτο νυκτὸς ἄπο κνέφας, ἔγρετο δʼ Ἠὼς
ἐκ περάτων, μάρμαιρε δʼ ἀπείριτον ἄσπετος αἰθήρ,
δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων
ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην
ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον
5
Τρῶες δʼ οὐκέτʼ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο
στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας
ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα· Verse inserted by Zimmermann, ex P.
Ἀντήνωρ δʼ ἐν τοῖσι θεῶν ἠρήσατʼ ἄνακτι·
Ζεῦ, Ἴδης μεδέων ἠδʼ οὐρανοῦ αἰγλήεντος,
κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος
10
τρέψον ἀφʼ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα,
εἴγʼ ὅ γʼ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμʼ Ἀΐδαο,
εἴτε τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ·
λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο
πολλοὶ ἀποφθινύθουσι, κακοῦ δʼ οὐ γίνετʼ ἐρωή,
15
ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει·
Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπʼ Ἀχαιοῖς
μέμβλεται, ἀλλʼ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο
Δαρδάνου ἀντιθέοιο μέγʼ Ἀργείοισιν ἀρήγεις.
ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει,
20
Τρῶας ὑπʼ Ἀργείοισιν ὀϊζυρῶς ἀπολέσσαι,
ἔρξον ἄφαρ, μηδʼ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε.
ἦ ῥα μέγʼ εὐχόμενος· τοῦ δʼ ἔκλυεν οὐρανόθι Ζεύς·
καὶ τὸ μὲν αἶψʼ ἐτέλεσσε, τὸ δʼ οὐκ ἤμελλε τελέσσειν·
25
δὴ γάρ οἱ κατένευσεν, ὅπως ἀπὸ πολλοὶ ὄλωνται
Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δʼ υἷʼ Ἀχιλῆος
τρεψέμεν οὐ κατένευσεν ἀπʼ εὐρυχόροιο πόληος,
ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει
ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ.
30
καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.
μεσσηγὺς δὲ πόληος ἰδʼ ευρέος Ἑλλησπόντου
Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ
καῖον ὁμῶς ἵπποισι· μάχη δʼ ἐπέπαυτο φόνοιο,
οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην
35
εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς
λισσόμενος νέκυας πυρὶ καίεμεν· οἱ δʼ ἐπίθοντο
αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ.
ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς,
δὴ τότʼ ἄρʼ Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο,
40