Book 8
θεινόμεναι μελίῃσι θάμʼ ἀσπίδες· ὀψὲ δὲ μακρὴ
Πηλιὰς Εὐρυπύλοιο διήλυθεν ἀνθερεῶνος
200
πολλὰ πονησαμένη· τοῦ δʼ ἔκχυτο φοίνιον αἷμα
ἐσσυμένως· ψυχὴ δὲ διʼ ἕλκεος ἐξεποτήθη
ἐκ μελέων ὀλοὴ δὲ κατʼ ὀφθαλμῶν πέσεν ὄρφνη.
ἤριπε δʼ ἐν τεύχεσσι κατὰ χθονός, ἠΰτε βλωθρὴ
ἢ πίτυς ἤ ἐλάτη κρυεροῦ Βορέαο βίηφιν
205
ἐκ ῥιζέων ἐριποῦσα· τόσην ἐπικάππεσε γαῖαν
Εὐρυπύλοιο δέμας· μέγα δʼ ἔβραχε Τρώιον οὖδας
καὶ πεδίον. Χλοερὴ δὲ θοῶς κατεχεύατο νεκρῷ
ἀχροίη καὶ καλὸν ἀπημάλδυνεν ἔρευθος.
τῷ δʼ ἐπικαγχαλόων μεγάλʼ εὔχετο καρτερός ἥρως·
210
Εὐρύπυλʼ, ἦπου ἔφης Δαναῶν νέας ἠδὲ καὶ αὐτοὺς
δῃώσειν καὶ πάντας ἀϊζυρῶς ἀπολέσσειν
ἡμέας· ἀλλὰ σοὶ οὔτι θεοὶ τελέεσκον ἐέλδωρ,
ἀλλʼ ὑπʼ ἐμοί δʼ ἐδάμασσε καὶ ἀκάματόν περ ἐόντα
πατρὸς ἐμοῖο μέγʼ ἔγχος, ὅπερ βροτὸς οὔτις ἀλύξει
215
ἡμῖν ἄντα μολὼν οὐδʼ εἰ παγχάλκεος ἦεν.
ἦ ῥα καὶ ἐκ νέκυος περιμήκετον εἴρυσεν αἰχμὴν
ἐσσυμένως· Τρῶες δὲ μέγʼ ἔτρεσαν εἰσορόωντες
ἀνέρα καρτερόθυμον· ὁ δʼ αὐτίκα τεύχἐ ἀπούρας
δῶκε θοοῖς ἑτάροισι φέρειν ποτὶ νῆας Ἀχαιῶν·
220
αὐτὸς δʼ ἐς θοὸν ἅρμα θορὼν καὶ ἀτειρέας ἵππους
ἤιεν, οἷός τʼ εἶσι διʼ αἰθέρος ἀπλήτοιο
ἐκ Διὸς ἀκαμάτοιο σὺν ἀστεροπῇσι κεραυνός,
ὅν τε περιτρομέουσι καὶ ἀθάνατοι κατιόντα
νόσφι Διὸς μεγάλοιο, ὁ δʼ ἐσσύμενος ποτὶ γαῖαν
225
δένδρεά τε ῥήγνυσι καὶ οὔρεα παιπαλόεντα·
ὣς ὁ θοῶς Τρώεσσιν ἐπέσσυτο πῆμα κορύσσων·
δάμνατο δʼ ἄλλοθεν ἄλλος, ὅσους κίχον ἄμβροτοι ἵπποι·
πλήθετο δὲ χθονὸς οὖδας, ἄδην δʼ ἐρυθαίνετο λύθρῳ.
ὡς δʼ ὅτε μυρία φύλλα κατʼ οὔρεος ἐν βήσσῃσι
230
ταρφέα πεπτηῶτα χυτὴν κατὰ γαῖαν ἐρέψῃ·
ὣς Τρώων τότε λαὸς ἀάσπετος ἐν χθονὶ κεῖτο
χερσὶ Νεοπτολέμοιο καὶ Ἀργείων ἐριθύμων,
ὧν ἄπλετον μετὰ χερσὶν ὑπέρρεεν αἷμα κελαινὸν
ἀνδρῶν ἠδʼ ἵππων· μάλα δʼ ἄντυγες ἀμφʼ ὀχέεσσι
235
κινύμεναι δεύοντο περὶ στροφάλιγξιν ἑῇσι.
καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο,
πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον,