Book 8
γνώμεναι ἄντα βίην· γενεὴ δέ οἱ ἐν κορυφῇσι
160
Πηλίου αἰπεινοῖο τομὴν ὅθι λεῖπε καὶ ὕλην.
ἦ ῥα καὶ ἐξ ἵππων χαμάδις θόρε κύδιμος ἀνήρ
πάλλων ἐγχείην περιμήκετον· ὃς δʼ ἑτέρωθεν
χερσὶν ὑπὸ κρατερῇσιν ἀπειρεσίην λάβε πέτρην,
καί ῥα Νεοπτολέμοιο κατʼ ἀσπίδος ἧκε φέρεσθαι
165
χρυσείης. τὸν δʼ οὔτι προσεσσυμένη στυφέλιξεν,
ἀλλʼ ἅτε πρὼν εἱστήκει ἀπείριτος οὔρεϊ μακρῷ,
τόν ῥα διιπετέων ποταμῶν μένος οὐδʼ ἅμα πάντων
ἄψ ὦσαι δύναται, ὁ γὰρ ἔμπεδον ἐρρίζωται·
ὣς μένεν ἄτρομος αἰὲν Ἀχιλλέος ὄβριμος υἱός.
170
ἀλλʼ οὐδʼ ὣς τάρβησε θρασὺ σθένος Εὐρυπύλοιο
ἄσχετον υἷʼ Ἀχελῆος, ἐπεί ῥά μιν ὀτρύνεσκε
θάρσος ἐὸν καὶ κῆρες· ὑπὸ κραδίῃσι δὲ θυμὸς
ἔζεεν ἀμφοτέροισι· περὶ σφίσι δʼ αἰόλα τεύχη
ἔβραχεν· οἱ δʼ ἅτε θῆρες ἐπῄεσαν ἀλλήλοισι
175
σμερδαλέοι, τοῖσίν τε κατʼ οὔρεα δῆρις ἀέξει,
ὁππότε λευγαλέῳ λιμῷ βεβολημένοι ἦτορ
ἢ βοὸς ἢ ἐλάφοιο περὶ κταμένου πονέωνται
ἄμφω παιφάσσοντες, ἐπικτυπέουσι δὲ βῆσσαι
μαρναμένων· ὣς οἴ γε συνῄεσαν ἀλλήλοισι
180
δῆριν συμφορέοντες ἀμείλιχον. ἀμφὶ δὲ μακραὶ
λαῶν ἀμφοτέρωθεν ἄσην πονέοντο φάλαγγες
ἐς μόθον· ἀργαλέη δὲ περὶ σφίσι δῆρις ὀρώρει.
οἱ δʼ ἀνέμων ῥιπῇσιν ἐοικότες αἰψηρῇσι
σύν ῥʼ ἔβαλον μελίῃσι μεμαότες αἷμα κεδάσσαι
185
ἀλλήλων· τοὺς δʼ αἰὲν ἐποτρύνεσκεν Ἐνυὼ
ἐγγύθεν ἱσταμένη· τοὶ δʼ οὐκ ἀπέληγον ὀμοκλῆς,
ἀλλά σφεας ἐδάϊζον ἐς ἀσπίδας, ἄλλοτε δʼ αὖτε
οὔταζον κνημῖδας ἰδʼ ὑψιλόφους τρυφαλείας·
καί τις καὶ χροὸς ἥψατʼ ἐπεὶ πόνος αἰνὸς ἔπειγε
190
θαρσαλέους ἥρωας· ἔρις δʼ ἐπετέρπετο θυμῷ
κείνους εἰσορόωσα· πολὺς δʼ ἐξέρρεεν ἱδρὼς
ἀμφοτέρων· οἱ δʼ αἰὲν ἐκαρτύνοντο μένοντες·
ἄμφω γὰρ μακάρων ἔσαν αἵματος· οἱ δʼ ἀπʼ Ὀλύμπου—
οἱ μὲν γὰρ κύδαινον Ἀχιλλέος ὄβριμον υἷα,
195
οἱ δʼ αὖτʼ Εὐρύπυλον θεοειδέα· τοὶ δʼ ἑκάτερθεν
μάρναντʼ ἀκμήτοισιν ἐειδόμενοι σκοπέλοισιν
ἠλιβάτων ἀρέων· μέγα δʼ ἔβραχον ἀμφοτέρωθεν