Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 8

 
γείνατο πὰρ προχοῇσιν ἐϋρρείταο Καΐκου 120
 
Κλείτη καλλιπάρῃος ὑποδμηθεῖσʼ Ἐρυλάῳ.
 
Εὐρύπυλος δʼ ἑτάροιο χολωσάμενος κταμένοιο
 
Ἀντίφῳ αἷψʼ ἐπόρουσεν· ὁ δʼ ἔκφυγε ποσσὶ θοοῖσιν
 
ἐς πληθὺν ἑτάρων· κρατερὸν δέ μιν οὔτι δάμασσεν
 
ἔγχος Τηλεφίδαο δαΐφρονος, οὕνεκʼ ἔμελλεν 125
 
ἀργαλέως ὀλέεσθαι ὑπʼ ἀνδροφόνοιο Κύκλωπος
 
ὕστερον· ὣς γάρ που στυγερῇ ἐπιήνδανε Μοίρῃ.
 
Εὐρύπυλος δʼ ἑτέρωθεν ἐπῴχετο· τοῦ δʼ ὑπὸ δουρὶ
 
αἰὲν ἐπεσσυμένοιο κατήριπε πουλὺς ὅμιλος·
 
ἠΰτε δένδρεα μακρὰ βίῃ δμηθέντα σιδήρου 130
 
οὔρεσιν ἐν λασίοισιν ἀναπλήσωσι φάραγγας
 
κεκλιμένʼ ἄλλοθεν ἄλλα κατὰ χθονός· ὣς ἄρʼ Ἀχαιοὶ
 
δάμναντʼ Εὐρυπύλοιο δαΐφρονος ἐγχείῃσι,
 
μέσφʼ ὅτε οἱ κίεν ἄντα μέγα φρονέων ἐνὶ θυμῷ
 
υἱὸς Ἀχιλλῆος. τώ δʼ ἄμφω δούρατα μακρὰ 135
 
ἐν παλάμῃσι τίνασσον ἐπί σφισι μαιμώωντες·
 
Εὐρύπυλος δέ ἑ πρῶτος ἀνειρόμενος προσέειπε·
 
τίς πόθεν εἰλήλουθας ἐναντίον ἄμμι μάχεσθαι;
 
ἦ σε πρὸς Ἄϊδα Κῆρες ἀμείλικτοι φορέουσιν·
 
οὐ γάρ τίς μʼ ὑπάλυξεν ἐν ἀργαλέῃ ὑσμίνῃ· 140
 
ἀλλά μοι ὅσσοι .ἔναντα λιλαιόμενοι μαχέσασθαι
 
δεῦρο κίον, πάντεσσι φάνον στονόεντʼ ἐφέηκα
 
ἀργαλέως, πάντων δὲ παρὰ Ξάνθοιο ῥέεθρα
 
ὀστέα τε σάρκας τε κύνες διὰ πάντʼ ἐδάσαντο.
 
ἀλλά μοι εἰπέ, τίς ἐσσι, τίνος δʼ ἐπαγάλλεαι ἵπποις; 145
 
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
 
τίπτε μʼ ἐπισπεύσοντα ποτὶ κλόνον αἱματόεντα
 
ἐχθρὸς ἐὼν ὡς εἴ τε φίλα φρονέων ἐρεείνεις
 
εἰπέμεναι γενεήν, ἥνπερ μάλα πολλοὶ ἴσασιν;
 
υἱὸς Ἀχιλλῆος κρατερόφρονος, ὅς τε τοκῆα 150
 
σεῖο πάροιθʼ ἐφόβησε βαλὼν περιμήκεϊ δουρί·
 
καί νύ κέ μιν θανάτοιο κακαὶ περὶ Κῆρες ἔμαρψαν,
 
εἰ μή οἱ στονόεντα θοῶς ἰήσατʼ ὄλεθρον.
 
ἵπποι δʼ , οἳ φορέουσιν, ἐμοῦ πατρὸς ἀντιθέοιο,
 
οὓς τέκεθʼ Ἅρπυια Ζεφύρῳ πάρος εὐνηθεῖσα, 155
 
οἵ τε καὶ ἀτρύγετον πέλαγος διὰ ποσσὶ θέουσιν
 
ἀκρονυχὶ ψαύοντες, ἴσον δʼ ἀνέμοισι φέρονται.
 
νῦν δʼ ἐπεὶ οὖν γενεὴν ἐδάη ἵππων τε καὶ αὐτοῦ,
 
καὶ δόρατος πείρησαι ἀτειρέος ἡμετέροιο

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme