Book 8
λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ
χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι
ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες
τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν
ὣς οἵ γʼ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο
45
μαιμώωντες Ἄρηι· πολὺς δʼ ἐστείνετο χῶρος.
πᾶν πεδίον δʼ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν
ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος·
οἷον δὲ νέφος εἶσι διʼ ἠέρος ἀπλήτοιο
πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο,
50
ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη
ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη·
ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε
νηῶν βαιὸν ἄπωθε· κόνις δʼ εἰς οὐρανὸν εὐρὺν
πέπτατʼ ἀειρομένη· κανάχιζε δὲ τεύχεα φωτῶν,
55
σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δʼ ἐπὶ μῶλον
ἵπποι ἐπεχρεμέτιζον· ἐὴ δʼ ἐκέλευεν ἔκαοτον
ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.
ὡς δʼ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται
σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης
60
ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας,
ὁππότε χεῖμʼ ἀλεγεινὸν ἀν̔ εὐρέα βένθεα πόντου
μαίνετʼ, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη
κύμασι λευγαλέοισι, τὰ δʼ ἄλλοθεν ἄλλα φέρονται
οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δʼ ἀλεγεινὴ
65
ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή·
ὣς οἳ γʼ ἀμφοτέρωθεν ἐπʼ Ἄρεα συμφορέοντο
σμερδαλέον μεμαῶτες· ἔρις δʼ ὀρόθυνε καὶ ἀλκὴ.
σὺν δʼ ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν,
αἵ τε μέτα κτυπέουσι διʼ ἠέρος, ὁππότʼ ἀῆται
70
λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες
σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο
ἀνδράσιν, οἵ τʼ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται·
ὣς οἵ γʼ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δʼ ἔγχος
συμφέρετʼ, ἀσπίδι δʼ ἀσπίς, ἐπʼ ἀνέρα δʼ ἤιεν ἀνὴρ.
75
πρῶτος δʼ ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος
δάμνατʼ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα
υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅς τʼ ἐνὶ κοίλῃ
Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης