Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 8

 
σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι,
 
ἔρξον ἐμεῦ ἄπο νόσφιν· ἐλαφρότερον δέ μοι ἄλγος
 
ἔσσεται, ἢν μὴ ἔγωγε μετʼ ὄμμασιν οἷσιν ἴδωμαι· 440
 
κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην
 
δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.
 
ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ.
 
καὶ τότʼ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι
 
νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα· 445
 
ἠχλύνθη δὲ μάχη φθισίμβροτος· οὐδέ τις ἀνδρῶν
 
ἐξιδέειν ἐπὶ τεῖχος ἔτʼ ἔσθενεν, ᾗχι τέτυκτο·
 
ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο·
 
ἀμφὶ δʼ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο
 
οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες 450
 
θάμβεον· ἐν δʼ ἄρα τοῖσι μέγʼ ἴαχε Νηλέος υἱός·
 
ὦ κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν
 
ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι
 
Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει
 
ἡμῖν· ἀλλʼ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες 455
 
παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ,
 
μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων.
 
τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε
 
πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν
 
ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τʼ ἀνθρώπων· 460
 
καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς
 
οὐρανόθεν κατέχευε πυρὸς μένος· ἡ δʼ ὑπένερθε
 
καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα
 
ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατʼ ἄχρις ἱκέσθαι·
 
καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων· 465
 
δάμνατο δʼ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα
 
ἠδʼ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδʼ ὁπόσʼ ὕδωρ
 
ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ
 
τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ· τείρετο δὲ χθών·
 
τοὔνεκʼ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε. 470
 
ἀλλʼ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει
 
σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει·
 
ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δʼ ἐχθρή·
 
καὶ δʼ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ,
 
εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος 475
 
τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς
 
δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme