Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 8

 
θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι
 
δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος
 
ἧκε βίην· ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς 400
 
Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο.
 
Ἔνθʼ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον
 
καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω
 
τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δʼ ὑπὸ λαιμὸν ὀϊστός.
 
κάππεσε δʼ αἰγυπιῷ ἐναλίγκιος, ὅν τʼ ἀπὸ πέτρης 405
 
ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ·
 
ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο·
 
γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δʼ ἔντεα νεκρῷ.
 
τῷ δʼ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο
 
ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ 410
 
υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην·
 
ἀλλʼ ὁ μὲν αἶψʼ ἀλέεινε παρακλίνας ἑτέρωσε
 
ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν·
 
ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ
 
ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην 415
 
νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι
 
χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς
 
ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμʼ ἀπερύκει·
 
ὣς ἄρʼ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον.
 
οἱ δʼ αἰεὶ μάρναντο· λύθρῳ δʼ ἐρυθαίνετο τείχη 420
 
πύργοι θʼ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες
 
ἰοῖσι κτείνοντο πολυσθενέων ὑπʼ Ἀχαιῶν·
 
οὐδὲ μὲν οἵ γʼ ἀπάνευθε πόνων ἔσαν, ἀλλʼ ἄρα καὶ τῶν
 
πολλοὶ γαῖαν ἔρευθον· ὀρώρει δʼ αἰπὺς ὄλεθρος
 
βαλλομένων ἑκάτερθε· λυγρὴ δʼ ἐπετέρπετʼ Ἐνυὼ 425
 
δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.
 
καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης
 
Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος,
 
εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν ἀγακλειτὸς Γανυμήδης
 
οὐρανοῦ ἐκκατιδών· μάλα γὰρ περιδείδιε πάτρης· 430
 
Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης,
 
σῇσι δʼ ὑπʼ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην
 
εἰμὶ μετʼ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών,
 
τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ·
 
οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι 435
 
οὐδʼ ἄρʼ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι
 
λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme