Book 7
πληθὺν δʼ αὖτʼ ἀπάνευθε δαϊκταμένων ἡρώων
θάψαν ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμὸν
πυρκαϊὴν ἅμα πᾶσι μίαν περινηήσαντες
καὶ τάφον. ὣς δὲ καὶ αὐτοὶ ἀπόπροθι Τρώιοι υἷες
τάρχυσαν κταμένους. ὀλοὴ δʼ Ἔρις οὐκ ἀπέληγεν,
165
ἀλλʼ ἔτʼ ἐποτρύνεσκε θρασὺ σθένος Εὐρυπύλοιο
ἀντιάαν δηίοισιν· ὁ δʼ οὔπω χάζετο νηῶν,
ἀλλʼ ἔμενεν Δαναοῖσι κακὴν ἐπὶ δῆριν ἀέξων.
τοὶ δʼ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες·
εὗρον δʼ υἷʼ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο,
170
ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα,
ἄλλοτε δʼ αὖθʼ ἵπποισι πονεύμενον ὠκυπόδεσσι·
γήθησαν δʼ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο
ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ
ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ τὸ πάροιθε πέπυστο.
175
αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχʼ ὁρῶντο
θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον·
τοὺς δʼ ἄρʼ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν·
ὦ ξεῖνοι, μέγα χαίρετʼ ἐμὸν ποτὶ δῶμα κιόντες·
εἴπατε δʼ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδʼ ὅ τι χρειὼ
180
ἤλθετʼ ἔχοντες ἐμεῖο διʼ οἴδματος ἀτρυγέτοιο.
ὣς ἔφατʼ εἰρόμενος· ὁ δʼ ἀμείβετο δῖος Ὀδυσσεύς·
ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος,
τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν·
καὶ δʼ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ
185
πάμπαν· ὁ δ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει.
εἰμὶ δʼ ἐγὼν Ἰθάκηθεν, ὁ δʼ Ἄργεος ἱπποβότοιο,
εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομʼ ἄκουσας,
ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι
αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκʼ ἐλθών·
190
ἀλλʼ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον
ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετʼ Ἄρηι.
καί τοι δῶρʼ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί·
τεύχεα δʼ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο
δώσω, ἅπερ φορέων μέγα τέρψεαι· οὐ γὰρ ἔοικε
195
θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε
χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι
200