Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 7

 
οὐ γὰρ ἀναστήσεις μιν ἔτʼ ἐς φάος, οὕνεκʼ ἄϊστος
 
ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δʼ ἄνευθεν
 
πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
 
αὕτως δʼ, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δʼ ἄλγος
 
ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω 45
 
παῖδʼ ὀλέσας δηίοισιν ὑπʼ ἀνδράσιν εὖ μὲν ἄκοντι
 
εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος
 
αἰζηῶν φιλέεσκεν ἑὸν πατέρʼ ὡς ἐμὲ κεῖνος,
 
κάτθανε δʼ εἵνεκʼ ἐμεῖο σαωσέμεναι μενεαίνων
 
ὃν πατέρʼ· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι 50
 
σῖτον ἔτλην καὶ ζωὸς ἔτʼ Ἠριγένειαν ἰδέσθαι,
 
εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον
 
νισσόμεθʼ ἄνθρωποι, πᾶσίν τʼ ἐπὶ τέρματα κεῖται
 
λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα
 
πάντα φέρειν, ὁπόσʼ ἐσθλὰ διδοῖ θεὸς ἠδʼ ἀλεγεινά. 55
 
ὣς φάθʼ· ὁ δʼ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δʼ ἀλεγεινὸν
 
ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια·
 
ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ
 
ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μʼ ἀτίταλλεν
 
οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα 60
 
σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων
 
ἐκ θυμοῖο δίδαξε· μιῇ δʼ ἐνὶ δαιτὶ καὶ εὐνῇ
 
τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι·
 
τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδʼ ἔτι κείνου
 
τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι. 65
 
ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε.
 
πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων
 
ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει,
 
οὐ μὲν ἄρʼ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον,
 
οὐδʼ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχʼ ὕπερθεν 70
 
ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται
 
μυρία, εἰς ἓν πάντα μεμιγμένα· καὶ τὰ μὲν οὔτις
 
δέρκεται ἀθανάτων, ἀλλʼ ἀπροτίοπτα τέτυκται
 
ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα· τοῖς δʼ ἐπὶ χεῖρας
 
οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσʼ ἀπʼ Ὀλύμπου 75
 
ἐς γαῖαν προΐησι· τὰ δʼ ἄλλυδις ἄλλα φέρονται
 
πνοιῇς ὡς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ
 
ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δʼ ἐπικάππεσεν ὄλβος
 
οὐκ εἰκώς.
 
τοὔνεκʼ ἄρʼ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι 80

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme