Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 7

 
σμερδαλέοιο λέοντος ὑπʼ ἀγρευτῇσι δαμέντος
 
σκύμνος ἐς ἄντρον ἵκηται ἐΰσκιον, ἀμφὶ δὲ πάντῃ
 
ταρφέα παπταίνει κενεὸν σπέος, ἀθρόα δʼ αὐτοῦ
 
ὀστέα δερκόμενος κταμένων πάρος οὐκ ὀλίγων περ
 
ἵππων ἠδὲ βοῶν μεγάλʼ ἄχνυται ἀμφὶ τοκῆος· 720
 
ὣς ἄρα θαρσαλέοιο πάϊς τότε Πηλείδαο
 
θυμὸν ἐπαχνώθη· δμωαὶ δέ μιν ἀμφαγάσαντο·
 
καὶ δʼ αὐτὴ Βρισηίς, ὅτʼ ἔδρακεν υἷʼ Ἀχιλῆος,
 
ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε
 
ἄχνυτʼ Ἀχιλλῆος μεμνημένη· ἐν δέ οἱ ἦτορ 725
 
ἀμφασίῃ βεβόλητο κατὰ φρένας, ὡς ἐτεόν περ
 
αὐτοῦ ἔτι ζώοντος ἀταρβέος Αἰακίδαο.
 
Τρῶες δʼ αὖτʼ ἀπάνευθε γεγηθότες ὄβριμον ἄνδρα
 
Εὐρύπυλον κύδαινον ἐνὶ κλισίῃσι καὶ αὐτοί,
 
ὁππόσον Ἕκτορα δῖον, ὅτʼ Ἀργείους ἐδάϊζε 730
 
ῥυόμενος πτολίεθρον ἑὸν καὶ κτῆσιν ἅπασαν.
 
ἀλλʼ ὅτε δὴ μερόπεσσιν ἐπὶ γλυκὺς ἤλυθεν ὕπνος,
 
δὴ τότε Τρώιοι υἷες ἰδʼ Ἀργεῖοι μενεχάρμαι
 
νόσφι φυλακτήρων εὗδον βεβαρηότες ὕπνῳ.
← Previous 19 / 19

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme