Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 7

 
θαρσαλέους κατέτευξεν ἰὼν ἐπὶ δῆριν ἑτοίμως·
 
τοὔνεκά μιν τίεσκον ἀγακλειτοῖς γεράεσσιν
 
ἄσπετα δῶρα διδόντες, ἅ τʼ ἀνέρι πλοῦτον ὀφέλλει·
 
οἱ μὲν γὰρ χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ γυναῖκας
 
δμωίδας, οἱ δʼ ἄρα χαλκὸν ἀάσπετον, οἱ δὲ σίδηρον, 680
 
ἄλλοι δʼ οἶνον ἐρυθρὸν ἐν ἀμφιφορεῦσιν ὄπασσαν
 
ἵππους τʼ ὠκύποδας καὶ ἀρήϊα τεύχεα φωτῶν
 
φάρεά τʼ εὐποίητα γυναικῶν κάλλιμα ἔργα·
 
τοῖς ἔπι θυμὸν ἴαινε Νεοπτολέμοιο φίλον κῆρ.
 
καί ῥʼ οἱ μὲν δόρποιο ποτὶ κλισίῃσι μέλοντο 685
 
υἱὸν Ἀχιλλῆος θεοειδέα κυδαίνοντες
 
ἶσον ἐπουρανίοισιν ἀτειρέσι· τῷ δʼ Ἀγαμέμνων
 
πόλλʼ ἐπικαγχαλόων τοῖον ποτὶ μῦθον ἔειπεν·
 
ἀτρεκέως πάϊς ἐσσὶ θρασύφρονος Αἰακίδαο,
 
ὦ τέκος, οὕνεκά οἱ κρατερὸν μένος ἠδὲ καὶ εἶδος 690
 
καὶ μέγεθος καὶ θάρσος ἰδὲ φρένα ἔνδον ἔοικας·
 
τῷ σοι ἐγὼ μέγα θυμὸν ἰαίνομαι· ἦ γὰρ ἔολπα
 
σῇσιν ὑπαὶ παλάμῃσι καὶ ἔγχεϊ δήϊα φῦλα
 
καὶ Πριάμοιο πόληα περικλειτὴν ἐναρίξαι,
 
οὕνεκα πατρὶ ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω 695
 
εἰσοράαν παρὰ νηυσίν, ὅτε Τρώεσσιν ὁμόκλα
 
χωόμενος Πατρόκλοιο δεδουπότος· ἀλλʼ ὁ μὲν ἤδη
 
ἐστὶ σὺν ἀθανάτοισι· σὲ δʼ ἐκ μακάρων προέηκε
 
σήμερον Ἀργείοισιν ἀπολλυμένοις ἐπαμῦναι.
 
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· 700
 
εἴθε μιν, ὦ Ἀγάμεμνον, ἔτι ζώοντα κίχανον,
 
ὄφρα καὶ αὐτὸς ἄθρησεν ἑὸν θυμήρεα παῖδα
 
οὔτι καταισχύνοντα βίην πατρός, ὥσπερ ὀΐω
 
ἔσσεσθʼ, ἤν με σάωσιν ἀκηδέες Οὐρανίωνες.
 
ὣς ἄρʼ ἔφη πινυτῇσιν ἀρηράμενος φρεσὶ θυμόν· 705
 
λαοὶ δʼ ἀμφιέποντες ἐθάμβεον ἀνέρα δῖον.
 
ἀλλʼ ὅτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο,
 
δὴ τότʼ ἄρʼ Αἰακίδαο θρασύφρονος ὄβριμος υἱὸς
 
ἀνστὰς ἐκ δόρποιο ποτὶ κλισίην ἀφίκανε
 
πατρὸς ἑοῦ. τὰ δὲ πολλὰ δαϊκταμένων ἡρώων 710
 
ἔντεά οἱ παρέκεινθʼ· αἱ δʼ ἀμφί μιν ἄλλοθεν ἄλλαι
 
χήρην ληιάδες κλισίην ἐπιπορσύνεσκον
 
ὡς ζώοντος ἄνακτος· ὁ δʼ ὡς ἴδεν ἔντεα Τρώων
 
καὶ δμωάς, στονάχησεν· ἔρως δέ μιν εἷλε τοκῆος·
 
ὡς δʼ ὅτʼ ἀνὰ δρυμὰ πυκνὰ καὶ ἄγκεα ῥωπήεντα 715

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme