Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 7

 
νόσφι γόου ζώουσι, καὶ εἴ ποτε χάρμα φέρονται.
 
ἀμφεχύθη δέ οἱ, εὖτε πατὴρ περὶ παιδὶ χυθείη,
 
ὅς τε θεῶν ἰότητι πολὺν χρόνον ἄλγἐ ἀνατλὰς
 
ἔλθῃ ἑὸν ποτὶ δῶμα φίλῳ μέγα χάρμα τοκῆι·
 
ὣς ὁ Νεοπτολέμοιο κάρη καὶ στήθεα κύσσεν 640
 
ἀμφιχυθείς, καὶ τοῖον ἀγασσάμενος φάτο μῦθον·
 
χαῖρέ μοι, ὦ τέκος ἐσθλὸν Ἀχιλλέος, ὅν ποτʼ ἔγωγε
 
τυτθὸν ἐόντʼ ἀτίταλλον ἐν ἀγκοίνῃσιν ἐμῇσι
 
προφρονέως· ὁ δʼ ἄρʼ ὦκα θεῶν ἐρικυδέϊ βουλῇ
 
ἔρνος ὅπως ἐριθηλὲς ἀέξετο· καί οἱ ἔγωγε 645
 
γήθεον εἰσορόων ἠμὲν δέμας ἠδὲ καὶ ἀλκήν·
 
ἔσκε δέ μοι μέγʼ ὄνειαρ· ἴσον δέ ἑ παιδὶ τίεσκον
 
τηλυγέτῳ· ὁ δʼ ἄρʼ ἶσον ἑῷ πατρὶ τῖεν ἐμὸν κῆρ·
 
κείνῳ μὲν γὰρ ἔγωγε πατήρ, ὁ δʼ ἄρʼ υἱὸς ἔμοιγε
 
ἔσκε νόῳ· φαίης κεν ἰδὼν ἑνὸς αἵματος εἶναι 650
 
εἵνεχʼ ὁμοφροσύνης· ἀρετῇ δʼ ὅ γε φέρτερος ἦεν
 
πολλόν, ἐπεὶ μακάρεσσι δέμας καὶ κάρτος ἐῴκει.
 
τῷ σύγε πάμπαν ἔοικας· ἐγὼ δʼ ἄρα κεῖνον ὀΐω
 
ζωὸν ἔτʼ Ἀργείοισι μετέμμεναι· οὗ μʼ ἄχος ὀξὺ
 
ἀμφέχει ἤματα πάντα, λυγρῷ δʼ ἐπὶ γήραϊ θυμὸν 655
 
τείρομαι· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει
 
κείνου ἔτι ζώοντος· ὁ καὶ πέλει ἀνέρι κῦδος
 
κηδεμονῆος ἑοῦ ὑπὸ χείρεσι ταρχυθῆναι.
 
ἀλλά, τέκος, κείνου μὲν ἐγὼν οὐ λήσομαι ἦτορ
 
ἀχνύμενος· σὺ δὲ μήτι χαλέπτεο πένθεϊ θυμόν· 660
 
ἀλλʼ ἄγε Μυρμιδόνεσσι καὶ ἱπποδάμοισιν Ἀχαιοῖς
 
τειρομένοις ἐπάμυνε μέγʼ ἀμφʼ ἀγαθοῖο τοκῆος
 
χωόμενος δηίοισι· κλέος δέ τοι ἔσσεται ἐσθλὸν
 
Εὐρύπυλον δαμάσαντι μάχης ἀκόρητον ἐόντα·
 
τοῦ γὰρ ὑπέρτερός ἐσσι καὶ ἔσσεαι, ὅσσον ἀρείων 665
 
σεῖο πατὴρ κείνοιο πέλεν μογεροῖο τοκῆος.
 
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
 
ὦ γέρον, ἡμετέρην ἀρετὴν ἀνὰ δηϊοτῆτα
 
αἶσα διακρινέει κρατερὴ καὶ ὑπέρβιος Ἄρης.
 
ὣς εἰπὼν αὐτῆμαρ ἐέλδετο τείχεος ἐκτὸς 670
 
σεύεσθʼ ἐν τεύχεσσιν ἑοῦ πατρός· ἀλλά μιν ἔσχε
 
νύξ, ἥ τʼ ἀνθρώποισι λύσιν καμάτοιο φέρουσα
 
ἔσσυτʼ ἀπʼ ὠκεανοῖο καλυψαμένη δέμας ὄρφνῃ.
 
Ἀργείων δέ μιν υἷες ἴσον κρατερῷ Ἀχιλῆι
 
κύδαινον παρὰ νηυσὶ γεγηθότες, οὕνεκʼ ἄρʼ αὐτοὺς 675

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme