Book 7
πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
βένθεα· θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.
400
τοῖσι δʼ ἄρʼ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
τύμβος τʼ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔτι
υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ
δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ
405
θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους
αἶψα Καλυδναίας· Τένεδος δʼ ἀπελείπετʼ ὀπίσσω·
φαίνετο δʼ αὖτʼ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου
σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν,
αἵ ῥʼ ὁπότʼ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο
410
Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα.
νῆα δʼ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης·
ἵκετο δʼ ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες
Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο
μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν
415
νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέων θʼ ἅμα λαῶν
ἐν πολέμῳ· τὸ δʼ ἄρʼ ἤδη ὑπʼ Εὐρυπύλοιο χέρεσσι
μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ,
εἰ μὴ ἄρʼ αἶψʼ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς
βαλλόμενʼ ἕρκεα μακρά· θοῆς δʼ ἄφαρ ἔκθορε νηός,
420
θαρσαλέως δʼ ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον·
ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι
σήμερον· ἀλλʼ ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες
ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν·
ἤδη γὰρ πύργοισιν ἐφʼ ἡμετέροισι μάχονται
425
Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ
ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλʼ αἰνῶς·
νῶϊν δʼ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν
ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες
κεισόμεθʼ ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν.
430
ὣς φάτο· τοὶ δʼ ὤκιστα θοῆς ἐκ νηὸς ὄρουσαν
πανσυδίῃ· πάντας γὰρ ἕλε τρόμος εἰσαΐοντας
νόσφι Νεοπτολέμοιο δαΐφρονος, οὕνεκʼ ἐῴκει
πατρὶ φίλῳ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
καρπαλίμως δʼ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος·
435
ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο·
πολλὰ δʼ ἄρʼ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,
ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων