Book 7
ἦμος δʼ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δʼ Ἠὼς
λαμπρὸν παμφανόωσα, κνέφας δʼ ἀνεχάσσατο νυκτός,
δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων,
οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν
ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δʼ ἀπάτερθεν
5
αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο
Νιρέα θʼ, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει
κάλλεΐ τʼ ἀγλαΐῃ τε· βίῃ δʼ οὐκ ἄλκιμος ἦεν·
οὐ γὰρ ἅμʼ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα·
ἀλλʼ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης·
10
ὣς Νιρῆι ἄνακτι παρʼ ἀγλαΐῃ ἐρατεινῇ
κεῖτʼ ἀλαπαδνοσύνη· Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν,
ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντʼ ἐπὶ τύμβῳ,
ὅσσα Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν
ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη
15
αἶψα δʼ ἀρʼ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.
καὶ τότʼ ἄρʼ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
ὦρτο δʼ ἄρʼ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ
ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν·
καί ῥʼ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπʼ Ἄρηι·
20
νωλεμέως δʼ ἄρʼ ἄπαστος ἐδητύος ἐν κονίῃσι
κεῖτο μέγα στενάχων Ποδαλείριος· οὐδʼ ὅ γε σῆμα
λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε
χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.
καί ῥʼ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δʼ αὖτε
25
δίζετο φάρμακον αἰνόν· ἑοὶ δέ μιν εἶργον ἑταῖροι
πολλὰ παρηγορέοντες· ὁ δʼ οὐκ ἀπέληγεν ἀνίης.
καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐδʼ ἀμέλησεν
30
αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
οἷο κασιγνήτοιο· περιστενάχοντο δʼ ἄνακτα
35
δμῶες ὁμῶς ἑτάροισι· κακὴ δʼ ἔχε πάντας ὀϊζύς.
καί ῥʼ ὅγε μειλιχίοισι μέγʼ ἀχνύμενον προσέειπεν·
ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
μύρεσθʼ οἷα γυναῖκα παρʼ οὐκέτʼ ἐόντι πεσόντα·
40