Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 6

 
ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ
 
ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον.
 
ἄλλον δʼ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα
 
ἐσσυμένως· τοῦ δʼ αἶψα διὰ γναθμοῖο πέρησε 640
 
χαλκός· ὁ δʼ ἐστονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ.
 
ἄλλος δʼ ἄλλον ἔπεφνε· πολὺς δʼ ἐστείνετο χῶρος
 
Ἀργείων ἰληδὸν ἐπʼ ἀλλήλοισι πεσόντων.
 
καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας,
 
εἰ μὴ νὺξ ἐπόρουσε βαθύσκιον ἠέρʼ ἄγουσα. 645
 
χάσσατο δʼ Εὐρύπυλος, σὺν δʼ ἄλλοι Τρώιοι υἷες
 
νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος
 
ᾗχί περ αὖλιν ἔθεντο γεγηθοτες. οἱ δʼ ἐνὶ νηυσὶν
 
Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες
 
πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκʼ ἄρʼ αὐτῶν 650
 
πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.
← Previous 17 / 17

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme