Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 6

 
δεξάμενος δʼ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων,
 
κτείνων ὅν κε κίχῃσι, πολὺν δʼ ὑπεδάμναθʼ ὅμιλον.
 
Ἔνθʼ οὔτʼ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος
 
ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας 600
 
ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων
 
Εὐρύπυλος· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε.
 
κέκλετο δʼ αὖ Τρώεσσιν ἰδʼ ἱπποδάμοις ἑτάροισιν·
 
ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες
 
τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρʼ ἀΐδηλον, 605
 
οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται
 
νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες
 
ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.
 
ὣς φάτο· τοὶ δʼ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν·
 
οἱ δὲ μέγα τρομέοντες ἀπʼ ἀργαλέοιο κυδοιμοῦ 610
 
φεῦγον· τοὶ δʼ ἐφέποντο κύνες ὣς ἀργιόδοντες
 
κεμμάσιν ἀγροτέρῃσιν ἀνʼ ἄγκεα μακρὰ καὶ ὕλην.
 
πολλοὺς δʼ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας
 
ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν.
 
Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα 615
 
νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον· οἱ δὲ Μυκήνην
 
ᾤκεον εὐκτέανον, τοὶ δʼ ἐν Λακεδαίμονι ναῖον·
 
τοὺς ἄρʼ ὅ γʼ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας.
 
ἐκ δʼ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλʼ ἀνθρώπων
 
ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι, 620
 
οὐδʼ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη.
 
Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν
 
ἀμφοτέρους Κρήτηθεν ἅμʼ Ἰδομενῆι κιόντας.
 
αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν,
 
ὅς περ ἀπʼ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι· 625
 
τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω
 
φεύγοντʼ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης
 
δεξιτερῆς· αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν
 
ἄντικρυς ἱεμένη· παρὰ δʼ ἔθρισεν ὀστέα φωτὸς
 
ἀργαλέως· ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δʼ ἀνήρ. 630
 
ἔνθα Πάρις Μόσυνόν τʼ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν
 
ἄμφω ἀδελφειούς, οἵ τʼ ἐκ Σαλαμῖνος ἵκοντο
 
Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο.
 
τοῖσι δʼ ἔπι Κλεόλαον εῢν θεράποντα Μέγητος
 
εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ 635
 
μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme