Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 6

 
Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων·
 
ἧκε δʼ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν
 
σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δʼ ἔτρεσαν ἄνδρες
 
ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα. 560
 
τὸν δʼ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα
 
Πάμμονος Ἱππασίδην· τὸν δʼ ἡνία χερσὶν ἔχοντα
 
πλῆξε κατὰ κροτάφοιο· θοῶς δέ μιν ἔκβαλε δίφρου
 
πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος
 
λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετʼ ὀπίσσω 565
 
ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα
 
ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα·
 
Πάμμονι δʼ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη
 
ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα·
 
καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη, 570
 
εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα
 
ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα
 
ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.
 
ἀντίθεον δʼ Ἀκάμαντα καταντίον ἀΐσσοντα
 
Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν· 575
 
ἕλκεϊ δʼ οὐλομένῳ στυγερὰς ὑπεδύσατʼ ἀνίας·
 
χάσσατο δʼ ἐκ πολέμοιο· λίπεν δʼ ἑτάροισι κυδοιμὸν
 
δακρυόεντʼ· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει.
 
καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο
 
τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι 580
 
ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος
 
ἷξεν ἀνιηρόν· σὺν δʼ αἵματι κήκιεν ἱδρὼς
 
ψυχρὸς ἀπὸ μελέων· καί μιν στρεφθέντα φέρεσθαι
 
εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο·
 
κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δʼ ἀέκοντες ἔμιμνον 585
 
αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών.
 
ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ
 
δεξιτερὸν κατὰ μηρόν· ὁ δʼ ᾤχετο τυτθὸν ὀπίσσω
 
οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο.
 
Ἰδομενεὺς δʼ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας 590
 
κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε
 
κάππεσε λοίγιον ἔγχος· ἄφαρ δʼ ἀνεχάσσατʼ ὀπίσσω
 
οἰσέμεν ἐγχείην· τὴν γάρ τʼ ἔχεν ἔκβαλε χειρός.
 
Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο.
 
τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν 595
 
ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατʼ ἔλυσε·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme