Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 6

 
παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν
 
ἔσκε θοός, περὶ δ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν.
 
τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος·
 
σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος, 520
 
ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ
 
κὰκ κόρυθα κρατερήν· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανυσθεὶς
 
ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ
 
ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι·
 
καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες 525
 
βαιὸν ἔτʼ ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν.
 
καὶ τότʼ ἄρʼ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες
 
Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθʼ ὅμιλος
 
βαλλόντων ἑκάτερθεν, ὅ τι σθένε χερσὶν ἑλέσθαι·
 
οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας, 530
 
ἄλλοι δʼ αἰγανέας· τοὶ δʼ ἐν μέσσοισιν ἐόντες
 
στρωφῶντʼ, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες
 
ἤματι τῷ, ὅτʼ ἄνακτες ἀολλίσσωσʼ ἀνθρώπους
 
ἀργαλέως τʼ εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον
 
θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δʼ ἕρκεος ἐντὸς ἐόντες 535
 
δμῶας δαρδάπτουσιν, ὅ τις σφίσιν ἐγγὺς ἵκηται·
 
ὣς οἵ γʼ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον.
 
ἀλλʼ οὐδʼ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι,
 
εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος
 
Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης, 540
 
οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο,
 
καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα,
 
εἰ μὴ ἄρʼ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο
 
ἄντην Εὐρυπύλοιο· μάχη δʼ ἀΐδηλος ἐτύχθη.
 
ἔνθα τότʼ Αἰνείαο κατʼ ἀσπίδος ἔγχος ἔρεισε 545
 
Τεῦκρος ἐϋμμελίης· τοῦ δʼ οὐ χρόα καλὸν ἴαψεν·
 
ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον·
 
ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω.
 
Μηριόνης δʼ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι
 
Παιονίδῃ, τὸν ἐγείνατʼ ἐϋπλόκαμος Κλεομήδη 550
 
Ἀξιοῦ ἀμφὶ ῥέεθρα· κίεν δʼ ὅ γε Ἴλιον ἱρὴν
 
Τρωσὶν ἀρηξέμεναι μετʼ ἀμύμονος Ἀστεροπαίου·
 
τὸν δʼ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι
 
αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ
 
ἔγκατα· τοῦ δʼ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός. 555
 
Αἴαντος δʼ ἄρʼ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme