Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 6

 
κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ
 
λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν
 
αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται·
 
ἀμφʼ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τʼ ἐρατειναί, 480
 
ἱστοί τʼ ἠλακάται τε, καὶ ἄλλʼ ὅσα τεχνήεντα
 
ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν
 
εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο·
 
τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι τʼ ἄνοδοί τε,
 
ἡ μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος 485
 
πνοιάς, ἡ δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος,
 
τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων·
 
ἡ δ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες
 
ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται
 
μέχρις ἐπʼ Ἀΐδονῆος ὑπερθύμοιο βέρεθρον· 490
 
ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι.
 
τῶνδʼ αὖτʼ ἀμφὶ Μαχάονʼ ἰδʼ Ἀγλαΐης κλυτὸν υἷα Zimmermann, for
 
μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος·
 
ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες
 
πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν 495
 
παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατʼ ὀϊζὺς
 
ἀργαλέου πολέμοιο· πόνῳ δʼ ἐνέμιμνον ἀνάγκῃ.
 
ἀλλʼ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς
 
κῆρας ἀνʼ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν,
 
δὴ τότʼ ἄρʼ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν, 500
 
ὅσσους Εὐρύπυλος μέγʼ ἐπῴχετο πῆμα κυλίνδων.
 
παῦροι δʼ ἀμφʼ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ
 
μίμνον ἐν ὑσμίνῃ· καὶ τάχα πάντες ὄλοντο
 
δυσμενέων παλάμῃσι περιστρωφῶντες ὁμίλῳ,
 
εἰ μὴ Ὀϊλέος υἱὸς εΰφρονα Πουλυδάμαντα 505
 
ἔγχεϊ τύψε παρʼ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ·
 
ἐκ δέ οἱ αἷμʼ ἐχύθη· ὁ δʼ ἐχάσσατο τυτθὸν ὁπίσσω.
 
Δηίφοβον δʼ οὔτησε περικλειτὸς Μενέλαος
 
δεξιτερὸν παρὰ μαζόν· ὁ δ̓ἔκφυγε ποσσὶ θοοῖσιν.
 
ἔνθʼ Ἁγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον 510
 
πληθύος ἐξ ὀλοῆς· μετὰ δʼ Αἴθικον ᾤχετο δῖον
 
θύων ἐγχείῃσιν· ὁ δʼ εἰς ἑτάρους ἀλέεινε.
 
τοὺς δʼ ὁπότʼ Εὐρύπυλος λαοσσόος εἰσενόησε
 
χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ,
 
αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε, 515
 
καί ῥα θοῶς οἴμησεν ἐπʼ Ἀτρέος υἷε κραταιὼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme