Book 6
μαίνετʼ ἐνὶ μέσσοισιν, ὅπως Zimmermann, for κʼ ἐπιόντα δαμάσσῃ,
ὅς ῥά μιν οὔτασε πρῶτος ὑποφθάμενος διʼ ὁμίλου·
τὰ φρονέων ἐπόρουσε Μαχάονι, καί ῥά μιν ὦκα
οὔτασεν ἐγχείῃ περιμήκεΐ τε στιβαρῇ τε
400
δεξιτερὸν κατὰ γλουτόν· ὁ δʼ οὐκ ἀνεχάζετʼ ὀπίσσω,
οὐδʼ ἐπιόντʼ ἀλέεινε, καὶ αἵματος ἐσσυμένοιο·
ἀλλʼ ἄρα καρπαλίμως περιμήκεα λᾶαν ἀείρας
κάββαλε κὰκ κεφαλῆς μεγαθύμου Τηλεφίδαο·
τοῦ δὲ κόρυς στονόεντα φόνον καὶ πῆμʼ Zimmermann, ex P; for ἀπάλαλκεν
405
ἐσσυμένως· ὁ δʼ ἔπειτα κραταιῷ χώσατο φωτὶ
Εὐρύπυλος μᾶλλον, μέγα δʼ ἀσχαλόων ἐνὶ θυμῷ
ὠκὺ διὰ στέρνοιο Μαχάονος ἤλασεν ἔγχος.
αἰχμὴ δʼ αἱματόεσσα μετάφρενον ἄχρις ἵκανεν·
ἤριπε δʼ ὡς ὅτε ταῦρος ὑπὸ γναθμοῖσι λέοντος·
410
ἀμφὶ δέ οἱ μελέεσσι μέγʼ ἔβραχεν αἰόλα τεύχη.
Εὐρύπυλος δέ οἱ αἶψα πολύστονον εἰρύσατʼ αἰχμὴν
ἐκ χροὸς οὐταμένοιο, καὶ εὐχόμενος μέγʼ ἀΰτει·
ἆ δείλʼ, οὔ νύ τοι ἦτορ ἀρηράμενον φρεσὶ πάμπαν
ἔπλετʼ, ὃς οὐτιδανός περ ἐὼν μέγʼ ἀμείνονι φωτὶ
415
ἄντα κίες· τῷ καί σε κακὴ λάχε δαίμονος Αἶσα.
ἀλλὰ σοὶ ἔσσετʼ ὄνειαρ, ὅτʼ οἰωνοὶ δατέονται
σάρκα τεὴν κταμένοιο κατὰ μόθον· ἢ ἔτʼ ἐέλπῃ
νοστήσειν καὶ ἐμεῖο μένος καὶ χεῖρας ἀλύξειν;
ἐσσὶ μὲν ἰητήρ, μάλα δʼ ἤπια φάρμακα οἶδας,
420
τοῖς πίσυνος τάχʼ ἔολπας ὑπεκφυγέειν κακὸν ἦμαρ.
ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὸς ἀπʼ ἠνεμόεντος Ὀλύμπου
σεῖο πατὴρ τεὸν ἦτορ ἔτʼ ἐκ θανάτοιο σαώσει,
οὐδʼ εἴ τοι νέκταρ τε καὶ ἀμβροσίην καταχεύῃ.
ὣς φάτο· τὸν δʼ ὅ γε βαιὸν ἀναπνείων προσέειπεν·
425
Εὐρύπυλʼ, οὐδʼ ἄρα σοί γε πολὺν χρόνον αἴσιμόν ἐστι
ζώειν, ἀλλὰ σοὶ ἄγχι παρίσταται οὐλομένη Κὴρ
Τρώιον ἂμ πεδίον, τῷ καὶ νῦν αἴσυλα βάζεις. Zimmerman, for
ὣς φάμενον λίπε θυμός· ἔβη δʼ ἄφαρ Ἄϊδος εἴσω·
τὸν δὲ καὶ οὐκέτʼ ἐόντα προσηύδα κύδιμος ἀνήρ·
430
νῦν μὲν δὴ σύγε κεῖσο κατὰ χθονός· αὐτὰρ ἔγωγε
ὕστερον οὐκ ἀλέγω, εἰ καὶ πραὰ ποσσὶν ὄλεθρος
σήμερον ἡμετέροισι πέλει λυγρός· οὔτι γὰρ ἄνδρες
ζώομεν ἤματα πάντα· πότμος δʼ ἐπὶ πᾶσι τέτυκται.
ὣς εἰπὼν οὔταζε νέκυν· μέγα δʼ ἴαχε Τεῦκρος,
435
ὡς ἴδεν ἐν κονίῃσι Μαχάονα· τοῦ γὰρ ἄπωθεν