Book 6
Ἠὼς δʼ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα
Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη
κίδνατο παμφανόωσα· γέλασσε δὲ γαῖα καὶ αἰθήρ·
τοὶ δʼ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες·
ἄλλος δʼ ἀλλοίοισιν ἐπῴχετο· αὐτὰρ Ἀχαιοὶ
5
εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου·
καί ῥʼ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο,
δὴ τότʼ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα·
κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες,
ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ
10
λαῶν ὀλλυμένων, οἵ ῥʼ ἤλυθον εἵνεκʼ ἐμεῖο
δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος,
οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα.
ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο
αὐτῷ ἐμοὶ ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι·
15
νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων,
ὄφρʼ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν
εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο;
ἀλλʼ ἄγεθʼ ὅσσοι ἔτʼ εἰμὲν ἐπʼ ὠκυπόροισι νέεσσι
καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος,
20
Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος,
τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον
ἡμέας, ἀλλʼ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν
εἵνεκʼ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔτι
μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι
25
ἐν πολέμῳ· κείνη δʼ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ
ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων
ἐκ κραδίης, ὅτʼ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν.
ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει·
ἡμεῖς δʼ αἶψα νεώμεθʼ, ἐπεὶ πολὺ λώιόν ἐστιν
30
ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.
ὣς ἔφατʼ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ
ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ,
Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος
ῥήξῃ ἐκ θεμέθλων, μάλα δʼ αἵματος ἄσῃ Ἄρηα
35
δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος·
οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο.
καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δʼ ἐπιίζανεν ἕδρῃ.
καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτʼ ἐνὶ μέσσοις,
καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον·
40