Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 5

 
καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε
 
αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν
 
ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι, 280
 
ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ.
 
οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς
 
ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων
 
κείνῳ, ὅτʼ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας.
 
νῦν δέ σευ ἀμφʼ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας 285
 
δυσμενέων, ἐσάωσα δʼ ὁμῶς τεύχεσσι θανόντα.
 
οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν
 
ἕλκος ἔτʼ ἀμφʼ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων
 
τῶνδʼ ὑπερουτηθέντα δαϊκταμένου τʼ Ἀχιλῆος·
 
καὶ δʼ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα. 290
 
ὣς ἄρʼ ἔφη· τὸν δʼ αὖθις ἀμείβετο καρτερὸς Αἴας·
 
ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων,
 
οὔ νύ σʼ ἐκεῖσʼ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος
 
Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα
 
ἑλκέμεναι μενέαινον· ἐγὼ δ ὑπὸ δουρὶ καὶ ἀλκῇ 295
 
τῶν μὲν γούνατʼ ἔλυσα κατὰ μόθον, οὓς δʼ ἐφόβησα
 
αἰὲν ἐπεσσύμενος· τοὶ δʼ ἀργαλέως φοβέοντο
 
χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ
 
αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν·
 
ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ 300
 
Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα.
 
σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι
 
μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς
 
ἀμφʼ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ
 
ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει. 305
 
ὣς φάτο· τὸν δʼ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ·
 
Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι
 
οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί·
 
ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέ1στερός εἰμι
 
σεῖο μετʼ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος 310
 
ἢ καὶ ἀγαυότερος· τὸ δέ που καὶ Τρῶες ἴσασιν,
 
οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται.
 
καὶ δʼ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι
 
ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας,
 
ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο 315
 
Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.
 
ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme