Book 5
υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν·
Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις;
οὐτιδανόν τέ μʼ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν
240
ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι
μήδεσι καὶ μύθοισι, τά τʼ ἀνδράσι κάρτος ἀέξει·
καὶ γάρ τʼ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν
μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες
ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον
245
ναῦται ὑπεκπερόωσιν, ὅτʼ ἄσπετα κυμαίνηται·
τέχνῃσιν δʼ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας
πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν·
ταῦροι δʼ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται
ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται.
250
αἰεὶ δʼ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι
πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων·
τοὔνεκʼ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο
λέξατό μʼ ἐκ πάντων ἐπιτάρροθον, ὄφρʼ ἀφίκωμαι
ἐς φύλακας· μέγα δʼ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω·
255
καὶ δʼ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα
ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου
ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται,
οὐδʼ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων
Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν
260
ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι
δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος
γίνετʼ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ
ἄπρηκτος τελέθει μέγεθός τʼ εἰς οὐδὲν ἀέξει
ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται.
265
αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν
ἀθάνατοι· τεῦξαν δὲ μέγʼ Ἀργείοισιν ὄνειαρ.
οὐδὲ μὲν ὡς σύ μʼ ἔφησθα πάρος φεύγοντα σάωσας
δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλʼ ἅμα πάντας
Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δʼ ἐπέχυντο
270
ἀλκῇ μαιμώωντες· ἐγὼ δʼ ὑπὸ κάρτεϊ χειρῶν
πολλῶν θυμὸν ἔλυσα· σὺ δʼ οὐκ ἄρʼ ἐτήτυμα βάζεις·
οὐ γὰρ ἔμοιγʼ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ
ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ
φεύγοντʼ ἐκ πολέμοιο. νέας δʼ ἐς μέσσον ἔρυσσα
275
οὔτι περιτρομέων δηίων μένος, ἀλλʼ ἵνα μῆχος
αἰὲν ἅμʼ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι·