Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 5

 
λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο. 120
 
καὶ τότʼ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος
 
θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος·
 
νῦν μὲν δὴ κατʼ ἀγῶνος ἀέθλια πάντα τελέσθη,
 
ὅσσʼ ἐπὶ παιδὶ θανόντι μέγʼ ἀχνυμένη κατέθηκα·
 
ἀλλʼ ἴτω ὅς τʼ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν, 125
 
καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι
 
δώσω, ἅ καὶ μακάρεσσι μέγʼ εὔαδεν ἀθανάτοισιν.
 
ὥς φάτο· τοὶ δʼ ἀνόρουσαν ἐριδμαίνοντʼ ἐπέεσσιν
 
υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος
 
Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν, 130
 
ἀστὴρ ὡς ἀρίδηλος ἀνʼ οὐρανὸν αἰγλήεντα
 
ἕσπερος, ὅς μέγα πᾶσι μετʼ ἀστράσι παμφαίνησι·
 
τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο·
 
ᾔτεε δʼ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα
 
ἠδʼ ἄρα μητιόεντʼ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει 135
 
ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο·
 
ὥς δʼ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·
 
οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι.
 
Νέστωρ δʼ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ
 
ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπʼ ἄλλων· 140
 
ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε
 
ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες
 
Αἴαντος μεγάλοιο περιφραδέος τʼ Ὀδυσῆος
 
ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε·
 
τῶν γάρ ῥʼ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι 145
 
γηθήσει κατὰ θυμόν, ὁ δʼ αὖ μέγα πένθος ἀέξει
 
πάντας ἀτεμβόμενος Δαναούς, περὶ δʼ ἔξοχα πάντων
 
ἡμέας· οὐδʼ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε
 
στήσεται ἐν πολέμῳ· μέγα δʼ ἔσσεται ἄλγος Ἀχαιοῖς,
 
κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων 150
 
ἡρώων προφέρουσιν, ὁ μὲν πολέμῳ, ὁ δὲ βουλῇ.
 
ἀλλʼ ἄγʼ ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι
 
λίην, οὐκ ὀλίγον περ, ἔχω δʼ ἐπὶ γήραϊ πολλῷ
 
καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα·
 
αἰεὶ δʼ ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων 155
 
ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε·
 
τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι [ταῦτα] δικάσσαι
 
ἀντιθέῳ τʼ Αἴαντι φιλοπτολέμῳ τʼ Ὀδυσῆι,
 
ὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme