Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 5

 
νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο, 80
 
αἱ μὲν ἄρʼ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατʼ ἰθὺ
 
νισσόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμʼ ἀλεγεινὸν
 
ὀρνύμενον· ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος
 
ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ,
 
λαίφεα λεύκʼ ἐρύοντες, ἵνʼ ἐκ θανάτοιο φύγωσιν· 85
 
οἱ δʼ ἕζοντʼ ἐπʼ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ
 
πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος.
 
τοῖς δʼ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν
 
ἤσκητʼ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι
 
ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον 90
 
χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα
 
στόρνυτʼ ἐπεσσυμένων, ὁμαλὴ δʼ ἄρα πρόσθε γαλήνη
 
ἔπλετο· τοὶ δʼ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα
 
ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο
 
σαίνοντες βασιλῆα, κατʼ ἠερόεν δʼ ἁλὸς οἶδμα 95
 
νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες.
 
ἄλλα δὲ μυρία κεῖτο κατʼ ἀσπίδα τεχνήεντα
 
χερσὶν ὑπʼ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο·
 
πάντα δʼ ἄρʼ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο,
 
οὕνεκʼ ἔην ἔκτοσθε κατʼ ἄντυγος, ᾗ ἔνι πᾶσα 100
 
ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.
 
τῇ δʼ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα·
 
Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγʼ ἀσχαλόωντι ἐοικώς,
 
οὐρανῷ ἐμβεβαώς· περὶ δʼ ἀθάνατοι πονέοντο
 
Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες· 105
 
τοὺς δʼ ἤδη κρατερὸν πῦρ ἄμφεχεν· ἐκ δὲ κεραυνοὶ
 
ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο
 
οὐρανόθεν· Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος·
 
οἱ δʼ ἄρʼ ἔτʼ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον.
 
ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν 110
 
ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα.
 
κνημῖδες δʼ ἤσκηντο πελώριαι· ἀμφὶ δʼ ἐλαφραὶ
 
μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι.
 
ἀγχόθι δʼ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε
 
χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε 115
 
κουλεῷ ᾧ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος
 
θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα.
 
τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος,
 
Πηλιὰς ὑψικόμῃσιν ἐειδομένη ἐλάτῃσι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme