Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 5

 
δαίδαλα κεῖνα πέλοντο μέγʼ ἀνδράσι δεῖμα φέροντα
 
οὕνεκʼ ἔσαν ζωοῖσιν ἐοικότα κινυμενοισι.
 
καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο.
 
εἰρήνης δʼ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα·
 
ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων 45
 
ἄστεα καλὰ νέμοντο· δίκη δʼ ἐπέδερκετο Zimmermann, ex P; πάντα·
 
ἄλλοι δʼ ἄλλʼ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δʼ ἀλωαὶ
 
καρποῖς ἐβρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει.
 
Αἰπύτατον δʼ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ
 
καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ 50
 
εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατʼ ἄκρης
 
ὑψηλή, ψαύουσα πρὸς οὐρανόν· ἀμφὶ δὲ πάντη
 
ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν
 
ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ
 
εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα, 55
 
παῦροι δʼ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες.
 
ἐν δʼ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες
 
σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δʼ ὑπὸ χερσὶ
 
ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δʼ ἔσαν ἄλλοι Verse inserted by Zimmermann, ex P.
 
πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δʼ ἐς μέγα ἔργον.
 
ἐν δὲ βόες ζεύγλῃσιν ὑπʼ αὐχένας αἰὲν ἔχοντες, 60
 
οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις
 
βριθομένας, οἱ δʼ αὖθις, ἀροτρεύεσκον ἀρούρας·
 
τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δʼ ἐφέποντο
 
αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες
 
χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δʼ ἄσπετον ἔργον. 65
 
ἐν δʼ αὐλοὶ κιθάραι τε παρʼ εἰλαπίνῃσι πέλοντο·
 
ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν· Zimmermann’s order of words.
 
αἱ δʼ ἄρʼ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι.
 
ἄγχι δʼ ἄρʼ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς
 
ἀφρὸν ἔτʼ ἀμφὶ κόμῃσιν ἔχουσʼ ἀνεδύετο πόντου 70
 
Κύπρις ἐϋστέφανος, τὴν δʼ Ἵμερος ἀμφεποτᾶτο
 
μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν.
 
ἐν δʼ ἄρʼ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες
 
ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι
 
ἐς γάμον Αἰακίδαο δαΐφρονος· ἀμφὶ δὲ πάντες 75
 
ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην·
 
ἀμφὶ δʼ ἄρʼ ὕδρηλοί τε καὶ εὐθαλέες λειμῶνες
 
ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης,
 
ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme