Book 5
ἀλλʼ ὅτε δή ῥʼ ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι,
δὴ τότʼ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις· ἀμφὶ δὲ πάντη
δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
5
πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
οὐρανὸς ἠδʼ αἰθήρ, γαίῃ δʼ ἅμα κεῖτο θάλασσα·
ἐν δʼ ἄνεμοι νεφέλαι τε σελήνη τʼ ἠέλιός τε
κεκριμένʼ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
ὁππόσα δινήεντα κατʼ οὐρανὸν ἀμφιφέρονται.
10
τῷ δʼ ἄρʼ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτʼ ἀήρ·
ἐν τῷ δʼ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
Τηθὺς δʼ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
τῶν δʼ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
15
κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.
ἀμφὶ δʼ ἄρʼ εὖ ἤσκηντο κατʼ οὔρεα μακρὰ λέοντες
σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δʼ ἀλεγειναὶ
ἄρκτοι πορδάλιές τε, σύες θʼ ἅμα τῇσι πέλοντο
ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι
20
θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας·
ἐν δʼ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες,
ἄλλοι δʼ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι
βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ.
ἐν δʼ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ
25
ἀργαλέοι ἐνέκειντο· περικτείνοντο δὲ λαοὶ
μίγδʼ ἅμʼ ἑοῖς ἵπποισι· πέδον δʼ ἅπαν αἵματι πολλῷ
δευομένῳ ἤικτο κατʼ ἀσπίδος ἀκαμάτοιο.
ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τʼ Ἐνυὼ
αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα,
30
ἐν δ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι,
ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας
ἐλθέμεν, αἱ δʼ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν.
ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δʼ ἄρα τῇσι
φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
35
ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη
ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ίδρώς.
ἐν δʼ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δʼ ἄρα σφι
σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες
αἰνὸν λιχμώωντες· ἀπειρέσιον δʼ ἄρα θαῦμα
40