Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 4

 
ἄλλη δʼ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν 280
 
ἡ δʼ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τράπεζας.
 
τὰς δʼ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας
 
δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας.
 
ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος
 
ὤρνυτʼ, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου. 285
 
τῷ δʼ οὔτις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες
 
αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν.
 
τῷ δʼ ἄρʼ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους
 
ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο
 
ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας· 290
 
καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι
 
Ἰδομενεύς· αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε.
 
Φοῖνιξ δʼ Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα·
 
νῦν μέν ἄρʼ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον
 
αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις, 295
 
ἀλλʼ ἄρʼ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες·
 
ἀλλʼ ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι ἄεθλον
 
χεῖρας ἐπʼ ἀλλήλοισι δαήμονας ἰθύνοντες
 
πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.
 
ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν· 300
 
ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον,
 
εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός·
 
ὦ φίλοι, οὔτι ἔοικε δαήμονος ἄνδρας ἀϋτῆς
 
πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι
 
τερπωλὴ πέλεται, καμάτῳ δʼ ἐπὶ κῦδος ἀγινεῖ. 305
 
ὣς εἴθʼ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο,
 
οἶον ὅτʼ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς,
 
αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες,
 
ὁππότʼ ἄρʼ ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ
 
πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον· 310
 
ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων
 
Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη
 
ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκʼ ἄρʼ αὐτὸν
 
ἤδη που τὸ πάροιθε παρʼ ἀγχεμάχοισιν Ἐπειοῖς
 
νίκησʼ ἠῢν ἐόντα, πεσὼν δʼ ἐκονίσατο νῶτα 315
 
σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
 
πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο·
 
τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίου ἤρατο χεῖρας
 
καὶ κρατερός περ ἐών, ἔλαβον δʼ ἀκόνιτος ἄεθλον·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme