Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 4

 
ῥιπὴ ἀπειρεσίη νεφεληγερέος Ζεφύροιο· 80
 
ὣς ἄρα κίνυτο λαὸς ἐπʼ ᾐόσιν Ἑλλησπόντου.
 
καὶ τότε Τυδέος υἱὸς ἐελδομένοισι ἔειπεν·
 
ὦ φίλοι, εἰ ἐτεόν γε μενεπτόλεμοι πελόμεσθα,
 
νῦν μᾶλλον στυγεροῖσι μαχώμεθα δυσμενέεσσι,
 
μή πως θαρσήσωσιν Ἀχιλλέος οὐκέτʼ ἐόντος· 85
 
ἀλλʼ ἄγε, σὺν τεύχεσσι καὶ ἅρμασιν ἠδὲ καὶ ἵπποις
 
ἴομεν ἀμφὶ πόληα· πόνος δʼ ἄρα κῦδος ὀρέξει.
 
ὣς ἔφατʼ ἐν Δαναοῖσιν· ἀμείβετο δʼ ὄβριμος Αἴας·
 
Τυδείδη, σὺ μὲν ἐσθλά καὶ οὐκ ἀνεμώλια βάζεις
 
ὀτρύνων Τρώεσσιν ἐϋπτολέμοισι μάχεσθαι 90
 
ἀγχεμάχους Δαναούς, οἵπερ μεμάασι καὶ αὐτοί·
 
ἀλλὰ χρὴ ἐν νήεσσι μένειν, ἄχρις ἐξ ἁλὸς ἔλθῃ
 
δῖα Θέτις· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μήδεται ἦτορ
 
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα·
 
ὣς χθιζή μοι ἔειπεν, ὅτʼ εἰς ἁλὸς ἤιε βένθος, 95
 
νόσφʼ ἄλλων Δαναῶν· καί ἑ σχεδὸν ἔλπομαι εἶναι
 
ἐσσυμένην· Τρῶες δέ, καὶ εἰ θάνε Πηλέος υἱός,
 
οὐ μάλα θαρσήσουσιν ἔτι ζώοντος ἐμεῖο
 
καὶ σέθεν ἠδὲ καὶ αὐτοῦ ἀμύμονος Ἀτρείδαο.
 
ὣς ἄρʼ ἔφη Τελαμῶνος ἐῢς πάϊς, οὐδέ τι ᾔδη, 100
 
ὅττι ῥά οἱ μετʼ ἄεθλα κακὸν μόρον ἔντυε δαίμων
 
ἀργαλέονʼ τὸν δʼ αὖθις ἀμείβετο Τυδέος υἱός·
 
ὦ φίλος, εἰ ἐτεὸν Θέτις ἔρχεται ἤματι τῷδε
 
υἱέος ἀμφὶ τάφῳ περικαλλέα θεῖναι ἄεθλα,
 
πὰρ νήεσσι μένωμεν ἐρυκανόωντε καὶ ἄλλους· 105
 
καὶ γὰρ δὴ μακάρεσσι θεοῖς πείθεσθαι ἔοικε·
 
καὶ δʼ ἄλλως Ἀχιλῆι καὶ ἀθανάτων ἀέκητι
 
αὐτοὶ φραζώμεσθα δόμεν θυμηδέα τιμήν.
 
ὣς φάτο Τυδείδαο δαΐφρονος ὄβριμον ἦτορ.
 
καὶ τότʼ ἄρʼ ἐκ πόντοιο κίεν Πηλῆος ἄκοιτις 110
 
αὔρῃ ὑπηώῃ ἐναλίγκιον· αἶψα δʼ ἵκανεν
 
Ἀργείων ἐς ὅμιλον, ὅπῃ μεμαῶτες ἔμιμνον,
 
οἱ μὲν ἀεθλεύσοντες ἀπειρεσίῳ ἐν ἀγῶνι,
 
οἱ δὲ φρένας καὶ θυμὸν ἀεθλητῆρσιν ἰῆναι.
 
τοῖσι δʼ ἅμʼ ἀγρομένοισι Θέτις κυανοκρήδεμνος 115
 
θῆκεν ἄεθλα φέρουσα καὶ ὀτρύνεσκεν Ἀχαιοὺς
 
αὐτίκʼ ἀεθλεύειν· τοὶ δʼ ἀθανάτῃ πεπίθοντο.
 
πρῶτος δʼ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός,
 
οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme