Book 4
τοὺς εἴθʼ ἀργυρότοξος ἀναιρήσειεν Ἀπόλλων,
40
καί κεν ἀνάπνευσις πολέμου καὶ ἀεικέος οἴτου
ἡμῖν εὐχομένοισιν ἐλεύσεται ἤματι κείνῳ.
ὣς ἔφατʼ· ἀθάνατοι δὲ κατʼ οὐρανὸν ἐστενάχοντο,
ὅσσοι ἔσαν Δαναοῖσιν ἐϋσθενέεσσιν ἀρωγοί,
ἀμφὶ δὲ κρᾶτʼ ἐκάλυψαν ἀπειρεσίοις νεφέεσσι
45
θυμὸν ἀκηχέμενοι· ἑτέρωθι δὲ γήθεον ἄλλοι
εὐχόμενοι Τρώεσσι πέρας θυμηδὲς ὀρέξαι.
καὶ τότε δὴ Κρονίωνα κλυτὴ προσεφώνεεν Ἥρη·
Ζεῦ πάτερ ἀργικέραυνε, τί ἢ Τρώεσσιν ἀρήγεις
κούρης ἠϋκόμοιο λελασμένος, ἥν ῥα πάροιθεν
50
ἀντιθέῳ Πηλῆι πόρες θυμήρἐ ἄκοιτιν
Πηλίου ἐν βήσσῃσι; γάμον δέ οἱ αὐτὸς ἔτευξας
ἄμβροτον, οἱ δέ νυ πάντες ἐδαινύμεθʼ ἤματι κείνῳ
ἀθάνατοι καὶ πολλὰ δόμεν περικαλλέα δῶρα·
ἀλλὰ τά γʼ ἐξελάθου, μέγα δʼ Ἑλλάδι μήσαο πένθος.
55
ὣς ἄρʼ ἔφη· τὴν δʼ οὔτι προσέννεπεν ἀκάματος Ζεύς·
ἧστο γὰρ ἀχνύμενος κραδίην καὶ πολλὰ μενοινῶν,
οὕνεκεν ἤμελλον Πριάμου πόλιν ἐξαλαπάξειν
Ἀργεῖοι, τοῖς αἰνὸν ἐμήδετο λοιγὸν ὀπάσσαι
ἐν πολέμῳ στονόεντι καὶ ἐν βαρυηχέϊ πόντῳ·
60
καὶ τὰ μέν ὣς ὥρμαινε, τὰ δὴ μετόπισθε τέλεσσεν.
Ἠὼς δʼ ὠκεανοῖο βαθὺν ῥόον εἰσαφίκανε,
κυανέην δʼ ἄρα γαῖαν ἐπήιεν ἄσπετος ὄρφνη,
ἦμος ἀναπνείουσι βροτοὶ βαιὸν καμάτοιο·
Ἀργεῖοι δʼ ἐπὶ νηυσὶν ἐδόρπεον ἀχνύμενοί περ·
65
οὐ γάρ νηδύος ἐστὶν ἀπωσέμεναι μεμαυίης
λιμὸν ἀταρτηρόν, ὁπόταν στέρνοισιν ἵκηται.
ἀλλʼ εἶθαρ θοὰ γυῖα βαρύνεται, οὐδέ τι μῆχος
γίνεται, ἢν μή τις κορέσῃ θυμαλγέα νηδύν·
τοὔνεκα δαῖτʼ ἐπάσαντο καὶ ἀχνύμενοι Ἀχιλῆος·
70
αἰνὴ γὰρ μάλα πάντας ἐποτρύνεσκεν ἀνάγκη.
τοῖσι δὲ πασσαμένοισιν ἐπήλυθε νήδυμος ὕπνος,
λῦσε δʼ ἀπὸ μελέων ὀδύνας, ἐπὶ δὲ σθένος ὦρσεν.
ἀλλʼ ὅτε δὴ κεφαλὰς μὲν ἐπʼ ἀντολίην ἔχον ἄρκτοι,
δέγμεναι ἠελίοιο θοὸν φάος, ἔγρετο δʼ ἠώς,
75
δὴ τότʼ ἀνέγρετο λαὸς ἐϋσθενέων Ἀργείων
πορφύρων Τρώεσσι φόνον καὶ κῆρʼ ἀΐδηλον.
κίνυτο δʼ ἠΰτε πόντος ἀπείριτος Ἰκαρίοιο
ἠὲ καὶ αὐαλέου βαθὺ λήιον, ὁππόθʼ ἵκηται