Book 4
χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν
480
ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δʼ ὁρόωντες
θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον· οὐδέ τις ἔτλη
ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμʼ ἀλεγεινὸν
ἠνορέην, φοβέοντο δʼ ἀνὰ φρένα, μή τινα χερσὶ
τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον
485
συγχέῃ ἐσσυμένως, μέγα δʼ ἀνέρι πῆμα γένηται.
ὀψὲ δὲ πάντες ἔνευσαν ἐπʼ Εὐρυάλῳ μενεχάρμῃ
ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δʼ ἐνὶ μέσσοις
τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα·
ὦ φίλοι, ἄλλον μέν τινʼ Ἀχαιῶν, ὅν κʼ ἐθέλητε,
490
τλήσομαι ἀντιόωντα, μέγαν δʼ Αἴαντα τέθηπα·
πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ,
ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀΐω
ἀνδρὸς ἀπʼ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι.
ὣς φαμένοιο γέλασσαν· ὁ δʼ ἐν φρεσὶ πάμπαν ἰάνθη
495
Αἴας ὀβριμόθυμος· ἄειρε δὲ δοιὰ τάλαντα
ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκʼ ἀέθλου
δῶκεν ἄτερ καμάτοιο· φίλου δʼ ἐμνήσατο παιδὸς
Αἴαντʼ εἰσορόωσα· γόος δέ οἱ ἔμπεσε θυμῷ.
οἱ δʼ αὖθʼ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες
500
ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου·
πρῶτος μὲν Μενέλαος ἰδʼ Εὐρύπυλος θρασυχάρμης
Εὔμηλος δὲ Θόας τε καὶ ἰσόθεος Πολυποίτης.
ἵπποις δʼ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφʼ ἅρματʼ ἔρυσσαν
πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης·
505
αἶψα δʼ ἄρʼ εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες
χῶρον ἀνʼ ἠμαθόεντʼ· ἐπὶ νύσσης δʼ ἔσταν ἕκαστοι·
καρπαλίμως δʼ εὔληρα λάβον κρατερῇς παλάμῃσιν.
ἵπποι δʼ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον
ὅππως τις προάλοιτο, πόδας δʼ ὑπεκίνυον αὕτως,
510
οὔατα δʼ ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν.
οἱ δʼ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων
μάστιον· οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι
καρπαλίμως ζεύγλῃσι μέγʼ ἔκθορον ἀσχαλόωντες,
ἅρματα δʼ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα·
515
οὐδʼ ἁρματροχιὰς ἰδέειν ἦν οὐδὲ ποδοῖιν
ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι.
πουλὺς δʼ αἰθέρʼ ἵκανε κονίσαλος ἐκ πεδίοιο,
καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσιν