Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 4

 
χειρὸς ἀπὸ κρατερῆς, ὡς εἰ δρυὸς ἀγρονόμοιο 440
 
ὄζον ἀπαυανθέντα θέρευς εὐθαλπέος ὥρῃ,
 
ὁππότε λήια πάντα κατὰ χθονὸς αὐαίνηται.
 
θάμβησαν δʼ ἄρα πάντες, ὅσον χερὸς ἐξεποτήθη
 
χαλκός, ὂν ἀνέρε χερσὶ δύω μογέοντες ἄειραν·
 
τόν ῥα μὲν Ἀνταίοιο βίη ῥίπτασκε πάροιθε 445
 
ῥηιδίως ἀπὸ χειρὸς ἑῆς πειρώμενος ἀλκῆς,
 
πρὶν κρατερῇσι χέρεσσι δαμήμεναι Ἡρακλῆος·
 
Ἡρακλέης δέ μιν ἠῢς ἑλὼν σὺν ληίδι πολλῇ
 
ἀκαμάτης ἔχε χειρὸς ἀέθλιον, ἀλλά μιν ἐσθλῷ
 
ὕστερον Αἰακίδῃ δῶρον πόρεν, ὁππότʼ ἄρʼ αὐτῷ 450
 
Ἰλίου εὐπύργοιο συνέπραθε κύδιμον ἄστυ,
 
κεῖνος δʼ υἱέϊ δῶκεν, ὁ δ ὠκυπόροις ἐνὶ νηυσὶν
 
ἐς Τροίην μιν ἔνεικεν, ἵνα σφετέροιο τοκῆος
 
μνωόμενος Τρώεσσιν ἐϋσθενέεσσι μάχηται
 
προφρονέως, εἴη δὲ πόνος πειρωμένῳ ἀλκῆς· 455
 
τόν ῥʼ Αἴας μάλα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρός.
 
καὶ τότε οἱ Νηρηὶς ἀγακλυτὰ τεύχεα δῶκε
 
Μέμνονος ἀντιθέοιο, τὰ καὶ μέγα θηήσαντο
 
Ἀργεῖοι· λίην γὰρ ἔσαν περιμήκεα πάντα·
 
καὶ τά γε καγχαλόων ὑπεδέξατο κύδιμος ἀνήρ· 460
 
οἴῳ γὰρ κείνῳ γε περὶ βριαροῖσι μέλεσσιν
 
ἥρμοσεν ἀπλήτοιο κατὰ χροὸς ἀμφιτεθέντα·
 
αὐτὸς δʼ αὖτʼ ἀνάειρε μέγαν σόλον, ὄφρα οἱ εἴη
 
τερπωλὴ μένος ἠῢ λιλαιομένῳ πονέεσθαι.
 
οἱ δʼ ἄρα δηριόωντες ἐφʼ ἅλματι πολλοὶ ἀνέσταν. 465
 
τῶν δʼ ἄρʼ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ
 
σήματα· τοὶ δʼ ὁμάδησαν ἑπʼ ἀνέρι μακρὰ θορόντι·
 
καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο
 
δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου
 
πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς 470
 
πρῶτον ἀριστήων· Τρῶας δʼ ἄχος ἀμφεκάλυψεν.
 
αἰγανέῃ δʼ ἄρα πολλὸν ὑπέρβαλε δῃριόωντας
 
Εὐρύαλος· λαοὶ δὲ μέγʼ ἴαχον· οὐ γὰρ ἔφαντο
 
κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ.
 
τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι 475
 
μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτʼ Ἀχιλλεὺς
 
ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα,
 
ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον Zimmermann, from P, for ἄστυ.
 
Αἴας δʼ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme