Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 4

 
οὐδὲ μὲν Ἱππολόχοιο δαΐφρονος ὄβριμον υἷα
 
Τρῶες ἀδάκρυτον δειλοὶ λίπον, ἀλλὰ καὶ αὐτοὶ
 
Δαρδανίης προπάροιθε πύλης ἐρικυδέα φῶτα
 
πυρκαϊῆς καθύπερθε βάλον· τὸν δʼ αὐτὸς Ἀπόλλων
 
ἐκ πυρὸς αἰθομένοιο μάλʼ ἐσσυμένως ἀναείρας 5
 
δῶκε θοοῖς ἀνέμοισι φέρειν Λυκίης σχεδὸν αἴης·
 
οἱ δέ μιν αἶψʼ ἀπένεικαν ὑπʼ ἄγκεα Τηλάνδροιο
 
χῶρον ἐς ἱμερόεντα, πέτρην δʼ ἐφύπερθε βάλοντο
 
ἄρρηκτον· νύμφαι δὲ περίβλυσαν ἱερὸν ὕδωρ
 
ἀενάου ποταμοῖο, τὸν εἰσέτι φῦλʼ ἀνθρώπων 10
 
Γλαῦκον ἐπικλείουσιν ἐΰρροον· ἀλλὰ τὰ μέν που
 
ἀθάνατοι τεύξαντο γέρας Λυκίων βασιλῆι.
 
Ἀργεῖοι δʼ ἐρίθυμον ἀνεστενάχοντʼ Ἀχιλῆα
 
νηυσὶ παρʼ ὠκυπόροισιν· ἔτειρε δὲ πάντας ἀνίη
 
λευγαλέη καὶ πένθος, ἐπεί ῥά μιν ὡς ἐὸν υἷα 15
 
δίζοντʼ , οὐδέ τις ἦεν ἀνὰ στρατὸν εὐρὺν ἄδακρυς·
 
Τρῶες δʼ αὖτʼ ἀλίαστον ἐγήθεον εἰσορόωντες
 
τοὺς μὲν ἀκηχεμένους, τὸν δʼ ἐν πυρὶ δηωθέντα·
 
καί τις ἐπευχόμενος μῦθον ποτὶ τοῖον ἔειπεν·
 
νῦν πάντεσσιν ἄελπτον ἀπʼ Οὐλύμποιο Κρονίων 20
 
ἡμῖν ὤπασε χάρμα λιλαιομένοισιν ἰδέσθαι
 
ἐν Τροίῃ Ἀχιλῆα δεδουπότα· τοῦ γὰρ ὀΐω
 
βλημένου ἀμπνεύσειν Τρώων ἐρικυδέα φῦλα
 
αἵματος ἐξ ὀλοοῖο καὶ ἀνδροφόνου ὐσμίνης·
 
αἰεὶ γὰρ φρεσὶν ᾗσιν ἐμήδετο
 
αἰνὰ δέ οἱ χείρεσσιν ἐμαίνετο λοίγιον ἔγχος 25
 
λύθρῳ ὑπʼ ἀργαλέῳ πεπαλαγμένον, οὐδέ τις ἡμέων
 
κείνῳ ἔναντα κιὼν ἔτʼ ἐσέδρακεν Ἠριγένειαν·
 
νῦν δʼ ὀΐω φεύξεσθαι Ἀχαιῶν ὄβριμα τέκνα
 
νηυσὶν ἐϋπρώροισι δαϊκταμένου Ἀχιλῆος·
 
ὡς ὄφελον μένος ἦεν ἔθʼ Ἕκτορος, ὀφρʼ ἅμα πάντας 30
 
Ἀργείους σφετέρησιν ἐνὶ κλισίῃσιν ὄλεσσεν.
 
ὣς ἄρʼ ἔφη Τρώων τις ἐνὶ φρεσὶ πάγχυ γεγηθώς·
 
ἄλλος δʼ αὖθʼ ἑτέρωθι πύκα φρονέων φάτο μῦθον·
 
φῆσθα σὺ μὲν Δαναῶν ὀλοὸν στρατὸν ἔνδοθι νηῶν
 
πόντον ἐπʼ ἠερόεντα πεφυζότας αἶψα νέεσθαι· 35
 
ἀλλʼ οὐ μὰν δείσουσι λιλαιόμενοι μέγα χάρμης·
 
εἰσὶ γάρ ἦ κρατεροί τε καὶ ὄβριμοι ἀνέρες ἄλλοι,
 
Τυδείδης Αἴας τε καὶ Ἀτρέος ὄβριμοι υἷες·
 
τοὺς ἔτʼ ἐγὼ δείδοικα κατακταμένου Ἀχιλῆος·
1 / 15 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme