Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 3

 
τοῦ δʼ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς, 320
 
οὐδʼ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι
 
πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφʼ Ἀχιλῆα
 
προφρονέως ἐμάχοντο, πολύν δʼ ὑπὸ χείρεσι λαὸν
 
ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν.
 
εὖτʼ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται 325
 
λάβρον ἐπιβρίσαντες ἀνʼ ἄλσεα ὑλήεντα
 
ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι·
 
ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι·
 
μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος,
 
ἐκπάγλως δʼ Αἴαντι δαΐφρονι· τοὔνεκʼ ἄρʼ ἔμπης 330
 
Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ.
 
τῷ δʼ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δʼ αἶψα νοήσας
 
κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν
 
ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ
 
μάρψεν. ὁ δʼ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ 335
 
ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δʼ ἄρʼ ἄλλυδις ἄλλοι
 
ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη·
 
τόξον δʼ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες
 
ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ
 
βαιὸν ἔτʼ ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα· 340
 
οὐδὲ μὲν ἔντἐ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ
 
ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες.
 
τῷ δʼ Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ·
 
ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας
 
σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ 345
 
ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ.
 
νῦν δʼ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος
 
ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω.
 
ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν,
 
οἵ ῥʼ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος. 350
 
οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι
 
πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδʼ ἔτʼ ἔμιμνον,
 
οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ
 
αἰετὸς οἰωνῶν προφερέστατος, εὖτʼ ἐν ὄρεσσι
 
πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα· 355
 
ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας
 
χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ.
 
οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο
 
πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme