Book 3
υἱὸς ἀπὸ Σκύροιο θοῶς ἐς ἀπηνέα δῆριν
120
Ἀργείοις ἐπαρωγὸς ἐλεύσεται εἴκελος ἀλκὴν
πατρὶ ἑῷ· πολέσιν δὲ κακὸν δηίοισι πελάσσει.
ἦ νυ σοὶ οὐ Τρώων ἐπιμέμβλεται, ἀλλʼ Ἀχιλῆι
ἀμφʼ ἀρετῆς ἐμέγηρας, ἐπεὶ πέλε φἐρτατος ἀνδρῶν;
νήπιε, πῶς ἔτι σοῖσιν ἐν ὄμμασι Νηρηίνην
125
ὄψει ἐν ἀθανάτοισι Διὸς ποτὶ δώματʼ ἰοῦσαν,
ἥ σε πάρος κύδαινε καὶ ὡς φίλον ἔδρακεν υἷα;
ἦ μέγα νεικείουσα πολυσθενέος Διὸς υἷα
Ἥρη ἀκηχεμένη· ὁ δʼ ἄρʼ οὐκ ἀπαμείβετο μύθῳ·
ἅζετο γὰρ παράκοιτιν ἑοῦ πατρὸς ἀκαμάτοιο·
130
οὐδέ οἱ ὀφθαλμοῖσι καταντίον εἰσοράασθαι
ἔσθενεν, ἀλλʼ ἀπάνευθε θεῶν ἄλληκτον ἐόντων
ἧστο κατωπιόων· ἄμοτον δέ οἱ ἐσκύζοντο
ἀθάνατοι κατʼ Ὄλυμπον ὅσοι Δαναοῖσιν ἄμυνον·
ὅσσοι δʼ αὖ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι,
135
κεῖνοί μιν κύδαινον ἐνὶ φρεσὶ καγχαλόωντες
κρύβδʼ Ἥρης· πάντες γὰρ ἐναντίον Οὐρανίωνες
ἅζοντʼ ἀσχαλόωσαν. ὁ δʼ οὔπω λήθετο θυμοῦ
Πηλείδης· ἔτι γάρ οἱ ἀμαιμακέτοις ἐνὶ γυίοις
ἔζεεν αἷμα κελαινὸν ἐελδομένοιο μάχεσθαι.
140
οὐδʼ ἄρα οἱ Τρώων τις ἐτόλμα ἐγγὺς ἱκέσθαι
βλημένου, ἀλλʼ ἀπάνευθεν ἀφέστασαν, εὖτε λέοντος
ἀγρόται ἐν ξυλόχοισι τεθηπότες, ὅν τε βάλῃσι
θηρητήρ, ὁ δʼ ἄρʼ οὔτι πεπαρμένος ἦτορ ἄκοντι
λήθεται ἠνορέης, ἀλλὴ στρέφετʼ ἄγριον ὄμμα
145
σμερδαλέον βλοσυρῇσιν ὑπαὶ γενύεσσι βεβρυχώς.
ὣς ἄρα Πηλείδαο χόλος καὶ λοίγιον ἕλκος
θυμὸν ἄδην ὀρόθυνε· θεοῦ δέ μιν ἰὸς ἐδάμνα.
ἀλλὰ καὶ ὣς ἀνόρουσε καὶ ἔνθορε δυσμενέεσσι
πάλλων ὄβριμον ἔγχος· ἕλεν δʼ Ὀρυθάονα δῖον,
150
Ἕκτορος ἐσθλὸν ἑταῖρον, ἔσω Zimmermann, for κροτάφοιο τυχήσας·
οὐ γάρ οἱ κόρυς ἔσχε μακρὸν δόρυ, μαιμώωντος Ludsich, for
ἀλλὰ διʼ αὐτῆς αἶψα καὶ ὀστέου ἔνδον ἵκανεν
ἶνας ἐς ἐγκεφάλοιο, κέδασσε Zimmermann, for δέ οἱ θαλερὸν κῆρ.
Ἱππόνοον δʼ ἐδάμασσε κατʼ ὀφρύος ἔγχος ἐρείσας
155
ἐς θέμεθλʼ ὀφθαλμοῖο· χαμαὶ δέ οἱ ἔκπεσε γλήνη
ἐκ βλεφάρων· ψυχὴ δὲ κατʼ Ἄϊδος ἐξεποτήθη.
Ἀλκαθόου δʼ ἄρʼ ἔπειτα διὰ γναθμοῖο περήσας
γλῶσσαν ὅλην ἀνέκερσεν· ὁ δʼ ἐς πέδον ἤριπε γαίης