Thesauros Literature Epic τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον

τὰ μεθ᾿ Ὅμηρον Quintus Smyrnaeus 4th cent

Book 3

 
σήμερον· οὐ γὰρ ἔτʼ αὖθις ἐρωήσει τις Ἀχαιοὺς 520
 
κλαυθμοῦ ἄδην κορέσασθαι ἐπʼ ἤματα πολλὰ γοῶντας.
 
ἀλλʼ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο
 
λούσαντες λεχέεσσʼ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν
 
αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας.
 
καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός· 525
 
αὐτὰρ ὅ γʼ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν
 
ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας
 
θερμῆναι λοῦσαί τε νέκυν, περί θʼ εἵματα ἕσσαι
 
καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ
 
ἐς Τροίην ἀνιόντι. θοῶς δʼ ἐπίθησαν ἄνακτι· 530
 
ἐνδυκέως δʼ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον
 
κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα.
 
τὸν δʼ ἐσιδοῦσʼ ἐλέησε περίφρων Τριτογένεια·
 
στάζε δʼ ἄρʼ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι
 
δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων· 535
 
θῆκε δʼ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι·
 
σμερδαλὲον δʼ ἄρʼ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν,
 
οἶόν τʼ ἀμφʼ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο
 
χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου·
 
βριθύτερον δʼ ἄρʼ ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι. 540
 
Ἀργείους δʼ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας
 
Πηλείδην ζώοντι πανείκελον, ὅς ῥʼ ἐπὶ λέκτροις
 
ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.
 
ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτʼ αὐτός
 
Λῆμνόν τε ζαθέην Κιλίκων τʼ αἰπὺ πτολίεθρον 545
 
Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας,
 
ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν,
 
στήθεά τʼ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν
 
ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα·
 
τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας· 550
 
πασάων δʼ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον
 
Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος
 
ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι
 
δρυπτομένη χρόα καλὸν ἀΰτεεν· ἐκ δʼ ἁπαλοῖο
 
δτήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν 555
 
θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι
 
φοίνιον· ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς
 
ἱμερόεν μάρμαιρε· χάρις δέ οἱ ἄμφεχεν εἶδος·
 
τοῖον δʼ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme